Thesauros Edebiyat Hitabet Περὶ ὁμονοίας ταῖς πόλεσιν

Περὶ ὁμονοίας ταῖς πόλεσιν

Περὶ ὁμονοίας ταῖς πόλεσιν Aristides, Aelius
532 αὑτῶν ἀσφαλῶς οἰκεῖν. ἡ δὲ στάσις πάντων τῶν αἰσχρῶν καὶ κακῶν ὡσπερεὶ κεφάλαιόν ἐστι, καὶ μὴ ὅτι τῶν ἄλλων εἶναι κρείττους, ἀλλʼ οὐδʼ αὐτοὺς ἑαυτοῖς ὁμοιοῦσθαι. μὴ γὰρ εἰ μηδὲν ἀνήκεστον νῦν γίγνεται, μηδὲ γὰρ γένοιτό ποτε ὦ Ζεῦ καὶ θεοὶ, ἀλλά τοι τῶν γε πονηρῶν καρπῶν οὐδὲ τὸ σπέρμα φασὶ δεῖν σώζειν. πιστεύειν δὴ χρὴ καὶ Ὅμηρον ἀληθῆ λέγειν, ὡς ἄρα ἔρις ἄρχεται μὲν ἐξ ὀλιγίστου, προέρχεται δὲ ἐπὶ μήκιστον. ἄνευ γὰρ τοῦ πᾶσαν αὐτῷ τὴν Ἰλιάδα εἰς τοῦτο αὐτὸ συγκεῖσθαι καὶ στάσεως εἶναι κατηγορίαν ἅπαν τὸ ποίημα, λέγει δή που καὶ διαρρήδην εἰς τὴν Ἔριν ταυτὶ τὰ ἔπη ἣ ὀλίγον μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει.s ἐγὼ δʼ οὐρανοῦ μὲν ψαύειν ἔριν οὐκ ἔχω ὅπως συγχωρῶ· δειναὶ γὰρ αἱ Διὸς, οἶμαι, πύλαι κλεῖσαι πάροδον παντὶ νοσήματι· τοσοῦτον δʼ ἂν ἔχοιμι διισχυρίσασθαι ὅτι ἥκιστα δὴ τοῦτο τῶν ἀνθρωπείων περιγραπτοὺς ἔχει τοὺς ὅρους.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi