Thesauros Edebiyat Hitabet Συμβουλευτικὸς περὶ τοῦ μὴ δεῖν κωμῳδεῖν

Συμβουλευτικὸς περὶ τοῦ μὴ δεῖν κωμῳδεῖν

Συμβουλευτικὸς περὶ τοῦ μὴ δεῖν κωμῳδεῖν Aristides, Aelius
507 θαυμαστὸν δέ μοι φαίνεται, εἰ τὰς μὲν τῶν ὀρνίθων φωνὰς ὡς αἰσιωτάτας ἀξιοῦμεν ἡμῖν γίγνεσθαι, κἂν ἐπὶ τῆς ἐρημίας ὄντες, ἢ οὗ τύχοιμεν, τὰς δὲ παρʼ ἡμῶν αὐτῶν οὐδʼ ἐπὶ τῶν θεάτρων φυλαξόμεθα μὴ οὐ δυσχερεῖς εἶναι. καὶ τοῖς μὲν τῆς Κληδόνος βωμοῖς προσιόντες βουλοίμεθʼ ἂν ὡς εὐφημότατʼ ἀκούειν, οὕτως ἰσχυρόν τι τὸ τῆς θεοῦ ταύτης ἡγούμεθα· ἃ δὲ μηδαμῶς ἀνέχεσθαι χρῆν, ταῦτα ταῖς ἑορταῖς ἀποδώσομεν· καὶ τοὺς μὲν παῖδας κελεύομεν εὐστομεῖν, κἀν τοῖς διδασκαλείοις καὶ κατʼ οἰκίαν προδιδάσκοντες ὡς ἃ ποιεῖν αἰσχρὸν οὐδὲ λέγειν καλὸν, πάλιν δὲ εἰς ταυτὸν ἀθροίσαντες παῖδας καὶ γυναῖκας καὶ πᾶσαν ἡλικίαν κακηγορίας ἆθλα τίθεμεν, καὶ τοῖς ἄριστα ἐκμελετήσασιν ὅπως εἰς κέρδος ἔσται παρασκευάζομεν. ἃ δὲ ποιήσαντας ἢ παθόντας οὐ θέμις εἴσω

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi