Thesauros Edebiyat Hitabet Συμβουλευτικὸς περὶ τοῦ μὴ δεῖν κωμῳδεῖν

Συμβουλευτικὸς περὶ τοῦ μὴ δεῖν κωμῳδεῖν

Συμβουλευτικὸς περὶ τοῦ μὴ δεῖν κωμῳδεῖν Aristides, Aelius
507 εἰδῆτε ὅτι οὐδὲν καινὸν λέγω, ἀλλὰ πάλαι ταῦτα ἀνωμολόγηται κἀν τοῖς νόμοις κἀν τοῖς ἔθεσι τοῖς κοινοῖς, ἐνθυμήθητε μὲν τῶν κηρύκων τὰς πρώτας φωνὰς εὐφημεῖν ταῖς πανηγύρεσι κελευόντων, ἐνθυμήθητε δὲ τῶν ἱερέων καὶ τῶν καταρχομένων ἡμῖν, ἐπειδὰν θύωμεν· ἔτι δʼ ὡς αὐτοὶ τοῦτο μάλιστα ἐπὶ ταῖς εὐχαῖς σπουδάζομεν. καίτοι τίνʼ ἔχει λόγον ἡγεῖσθαι μὲν κάλλιστον ἁπάντων τὴν εὐφημίαν καὶ μάλιστα πρέπειν ἱεροῖς, ἄδειαν δʼ εἶναι τοῖς ἐθέλουσι βλασφημεῖν; καὶ θύοντας μὲν οὕτω κοσμίους εἶναι, οἷς δὲ τὰς θυσίας ποιοῦμεν θεοῖς, ἐπὶ τῇ τούτων προφάσει τὰ αἴσχιστα ἀκούειν καὶ λέγειν, καὶ τοὺς αὐτοὺς ἅμα μὲν δυσχεραίνειν ταῖς κακηγορίαις, ἅμα δʼ ὧν κακῶς ἀλλήλους ἀγορεύομεν προστάτας ποιεῖσθαι; καὶ μὴν εἰ μὲν φίλον αὐτὸ νομίζομεν τοῖς θεοῖς, τἀναντία ἡμῖν αὐτοῖς γιγνώσκομεν, φυλαττόμενοι ταυτὸν τοῦτο, ὁπόταν προσίωμεν τοῖς θεοῖς, εἰ δʼ ἐχθρὸν ἡγούμενοι χαίρομεν αὐτῷ, πῶς εὐσεβῶς διακείμεθα; ἢ πῶς διὰ τούτων τιμῶμεν τοὺς θεοὺς, ἃ τῶν θεῶν χάριν εἰκὸς ἦν φεύγειν;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi