Thesauros Edebiyat Hitabet Συμμαχικὸς Β. (πρὸς Θηβαίους περὶ τῆς συμμαχίας)

Συμμαχικὸς Β. (πρὸς Θηβαίους περὶ τῆς συμμαχίας)

Συμμαχικὸς Β. (πρὸς Θηβαίους περὶ τῆς συμμαχίας) Aristides, Aelius
501 ὅτι τοίνυν καὶ χεῖρον περὶ ὑμῶν αὐτῶν ἢ περὶ ἡμῶν βουλεύσεσθε ἀποκλίναντες πρὸς ἐκεῖνον ἐνθένδε λογίσασθε. εἰ γάρ τις ἔροιθʼ ὑμᾶς ὑπὲρ ὅτου νῦν ἡμῖν ἐστι πόλεμος πρὸς Φίλιππον, ὑπὲρ τῆς ἐλευθερίας καὶ τοῦ μὴ ποιεῖν τὸ κελευόμενον πάντες ἂν οἶδʼ ὅτι φήσαιτε. εἶεν· πότεροι δὲ κρατήσουσιν, ἡμεῖς ἢ Φίλιππος, ἄδηλον οἶμαι παντὶ, πλὴν εἰ μὴ τοῖς θεοῖς. οὐκοῦν ὅτʼ ἄδηλον εἰ κρατησόμεθα, ἄδηλον εἰ δουλεύσομεν; καὶ μὴν ὅτι γʼ, ἂν πρόσθησθε Φιλίππῳ, τὸ κελευόμενον καὶ πεποιήκατε καὶ ποιήσετε παντὶ γνώριμον. δεῖ γὰρ οἶμαι μετὰ τῶν ἄλλων ἕπεσθαι καὶ πράττειν ἃ ἂν ἐκείνῳ δοκῇ. πῶς οὖν οὐ χείρους περὶ ὑμᾶς αὐτοὺς ἢ περὶ ἡμᾶς ἔσεσθε, εἴ γʼ ἃ τῷ πολέμῳ σφαλεῖσιν, ὃ μὴ γένοιτο, ἡμῖν ἀπόκειται, ταῦθʼ ὑμεῖς ἐν τῇ τοῦ ποτέροις δεῖ συμπολεμεῖν αἱρέσει πείσεσθε καὶ πρότερον δουλεύσετε πρὶν πότεροι κρατήσουσι γιγνώσκειν; δύο γὰρ δή που, κἂν ἄλλο τι συμβαίνῃ, παρά γʼ ὑμᾶς κερδαίνομεν· πρῶτον μὲν τὸν χρόνον, ὃν περὶ τούτων ἀγωνιζόμεθα, ἔπειτα τὸ μὴ δοκεῖν ἡμῶν αὐτῶν ἑκόντες τὰ χείριστα κατεγνωκέναι. ὥσθʼ ἃ μὲν ἡ τύχη δίδωσιν ἀνεκτὰ τοῖς εὖ φρονοῦσι, τὸ δʼ αὑτοὺς τῶν χειρίστων

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi