Thesauros Edebiyat Hitabet Συμμαχικὸς Β. (πρὸς Θηβαίους περὶ τῆς συμμαχίας)

Συμμαχικὸς Β. (πρὸς Θηβαίους περὶ τῆς συμμαχίας)

Συμμαχικὸς Β. (πρὸς Θηβαίους περὶ τῆς συμμαχίας) Aristides, Aelius
500 ἂν οὖν, ὦ ἄνδρες Θηβαῖοι, καὶ νῦν ὁ Φίλιππος ἴδῃ τὰ ἐν χερσὶν ἀφέντας περὶ τῶν ὕστερον βουλεύεσθαι, τὸν πρὸς ἡμᾶς πόλεμον θέμενος κατὰ νοῦν τοὺς Λακεδαιμονίους μιμῆται καί τινος εὐπορήσας προφάσεως, ἢ καὶ χαίρειν ἁπάσας τὰς προφάσεις ἐάσας, ἁπλῶς οὕτως ὑμῖν ἐπιχειρῇ, πότερον καθʼ ἡμῶν τῶν Ἀθηναίων αὐτῷ ταῦθʼ ὑπηρετηκότες εἶναι φήσετε, ἢ καθʼ ὑμῶν αὐτῶν; ποτέρως δʼ ἂν ἄμεινον ὦ πρὸς Διὸς αὐτὸν ἐφʼ ὑμᾶς ἐλθεῖν οἴεσθε καὶ προθυμότερον, πότερον εὐθενούντων ἡμῶν καὶ τὴν τάξιν ἐχόντων ἥνπερ νῦν, ἢ μόνων ὑμῶν λειφθέντων καὶ μηδενὸς ὄντος ἀφʼ ἡμῶν φόβου τῷ τι νεωτερίζειν ἐπιχειροῦντι; καὶ μὴν τοσοῦτόν γʼ ἐπίστασθε, ὅτι εἰ τότʼ ἐν τοῖς Ἕλλησιν ἐνίκησε τὰ λεχθέντα ὑπό τινων, ὡς χρὴ τὴν πόλιν ἡμῶν ἀνδραποδίσασθαι καὶ τὴν χώραν ἀνεῖναι μηλόβοτον, οὐκ ἂν ὅθʼ οἱ Λακεδαιμόνιοι τὴν ἐφʼ ὑμᾶς στρατείαν ἐποιοῦντο, ὡς οὕστινας ἔλθητε εἴχετε. νῦν δὲ τὸ σωθῆναι καὶ περιγενέσθαι τὴν πόλιν ἡμῶν εἰς δέον οὐ μόνον ὑμῖν, ἀλλὰ καὶ πᾶσιν, ὡς ἔοικε, τοῖς Ἕλλησι κατέστη. οὐκοῦν εὔδηλον ὡς οὐδʼ εἰ νῦν τι πάθοιμεν, τὰ καθʼ ὑμᾶς ἀκίνδυνα, οὐδʼ εἰ μηδέπω πρότεροι κινδυνεύετε, ἀλλὰ μίʼ ἡμέρα τά τʼ ἐκεῖ, καλὸν γὰρ οὕτω λέγειν, καὶ τἀνταῦθʼ εἰς τὸ δέον καταστήσει. σκέψασθε δὴ κἀκεῖνο ὅτι ὑμᾶς ᾐτιάσαντό τινες τὴν γνώμην ἐκείνην καθʼ ἡμῶν εἰπεῖν, ὑμεῖς δʼ ἐλθόντες παρῃτεῖσθε, λέγοντες ἀληθῆ, ὡς οὐκ ἀπὸ τοῦ κοινοῦ τῆς πόλεως ἡ ψῆφος ἠνέχθη, ἀλλʼ εἷς ἀνὴρ εἶπε συνεδρεύων· ὥστʼ οὔτʼ ἐγκαλεῖν εἴχομεν ἔτι, βοηθεῖν τʼ ἐψηφισάμεθα. ἆρʼ οὖν, ὦ ἄνδρες Θηβαῖοι, τῶν αὐτῶν ἐστι τότε μὲν τῷ μηδὲν περὶ ἡμῶν ἐψηφίσθαι

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi