496
μὴ τοίνυν ἅ γʼ ἐξ ἀρχῆς οὐκ ἂν ἠνέσχεσθε, ταῦτα νῦν ἀντʼ ἐκείνων δῶτε, ἀλλʼ ἐνθυμεῖσθʼ ὅτι πρῶτον μὲν οὐδὲν ἧττον ὑμῖν ἃ βούλεσθε πέπρακται, ὥστε μηδὲν σφόδρα τούτου δεῖν ἔτι· ἔπειτʼ εἰ καὶ δυοῖν αἵρεσις ἦν, ἄμεινον Φωκεῦσι πολεμεῖν ἢ τοῦτον εἰσφρήσεσθαι. ἐκείνων μὲν γὰρ ἂν καὶ καθʼ ὑμᾶς αὐτοὺς ἐκρατήσατε καὶ μεθʼ ἡμῶν, ὥσπερ Λακεδαιμονίων πρότερον, καί τινʼ ἄλλον ἴσως τρόπον· εἰ δʼ ἅπαξ οὗτος ἐγκρατὴς ὑμῶν ἔσται, οὐκ οἶδʼ ὅ τι μεῖζον παρʼ ὑμῶν αὐτῶν εἰσαῦθις εὑρήσετε. εἶτα κἀκεῖνο μὲν ἦν ἂν μὴ λαβεῖν δίκην παρὰ Φωκέων, τοῦτο δʼ αὐτοὺς σῶσαι μὴ βεβουλῆσθαι. βέλτιον δὲ δήπουθεν ἄλλων φείσασθαι διʼ αὑτοὺς ἢ διʼ ἄλλους αὑτοὺς ἀξιοῦν ἀπολωλέναι. οὐ τοίνυν οὐδʼ ὅσʼ ἐβλασφήμησαν οὗτοι περὶ ἡμῶν οὐδένα νοῦν ἔχει. τί γὰρ ἂν γένοιτο ἀλογώτερον ἢ