Thesauros Edebiyat Hitabet Συμμαχικὸς Α.

Συμμαχικὸς Α.

Συμμαχικὸς Α. Aristides, Aelius
478 πρὸς μὲν οὖν τοὺς ταὐτὰ γιγνώσκοντας ἡμῖν βραχὺς ἀρκεῖ λόγος καὶ τοσοῦτος ἴσως, ὅτι τοὺς ἱππέας καὶ τοὺς ὁπλίτας κατελείπομεν· πρὸς δὲ τοὺς οὔπω τοῦ μέλλοντος οὐδὲν ἐνθυμουμένους, ἀλλʼ ἔτι τῆς ἀπάτης καὶ τῶν ἐλπίδων ὄντας, ἓν μὲν ἐκεῖνο λέγω, ὅτι καὶ τοὺς λόγους αὐτοὺς βλάβος ἡγοῦμαι τοῖς πράγμασιν, εἰ μή τις αὐτοὺς ὡς εἰς ἐλάχιστον καταστήσει· ἔπειθʼ ὅσα καιρὸς ἤδη δίειμι. εἰ μὲν ἐν ὑμῖν πρώτοις ὁ Φίλιππος ἐκρίνετο, τῶν μὲν ἄλλων Ἑλλήνων εὐτύχημʼ ἂν ἦν· τοῦτο δʼ ὑμῖν ἴσως εἶχε κίνδυνον, οὐχὶ προειδόσιν οὐδʼ ἑορακόσιν ἔξω τὸν τρόπον αὐτοῦ. νῦν δὲ τὰ τῶν ἄλλων πταίσματα ὑμῖν ἐν εὐτυχίας γενέσθω μέρει, καὶ τοὺς λόγους τοὺς παρʼ ἀμφοτέρων ἀνελόντες τοῖς ἔργοις τοῖς ἐκείνου πιστεύσατε. ὡς μὴ ὤφελε μὲν τοιαῦτα ὑπάρχειν τοῖς Ἕλλησιν ἀπʼ ἀλλήλων παραδείγματα, ἀλλὰ πάντας ἐν ἡσυχίᾳ μετʼ εὐδαιμονίας τὰς πόλεις οἰκεῖν. τὸ δὲ μηδʼ ἐξ ὧν ἑοράκαμεν ἀξιοῦν πεπαιδεῦσθαι πᾶσα ἂν εἴη συμφορά. ἦν ὅτʼ ἦσαν Ὀλύνθιοι. τούτοις πῶς ἐχρῆτο Φίλιππος; ἐγὼ μὲν οἶμαι φιλανθρωπότερον ἢ ʼκείνοις ἦν δεομένοις. καὶ πάντα μὲν τίς ἂν εἴποι; ἀλλʼ εἶχον μὲν τὸν Ἀνθεμοῦντα τῆς ἐκείνου χώρας, οὗ μηδʼ ἐπιβῆναι πρόσθεν αὐτοῖς ἦν. οὕτω δὲ πλείω

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi