478
ταυτὸν Φιλίππῳ διανοηθέντες περὶ ὑμῶν, τότε τῶν πάντων Ἑλλήνων οὐδεὶς, οὔθʼ ὅσοι τὴν Εὐρώπην οἰκοῦσι λέγω οὔθʼ ὅσοι τὴν Ἀσίαν, μεθʼ ὑμῶν ἐγένοντο πλὴν ἡμῶν τουτωνί· τοσοῦτον εἰς τὸ πρόσω προβέβηκε τὸ νῦν παρόν. τότε μὲν γὰρ ὑμῶν ἐλθόντων ὡς ἡμᾶς ὑπηκούσαμεν, νυνὶ δʼ ἥκομεν αὐτεπάγγελτοι, τὴν τῶν παρʼ ὑμῶν συμβούλων τάξιν εἰληφότες, εἰ δὲ βούλεσθε, προειληφότες. τοσοῦτον γὰρ ἡμῖν εἶναι δοκεῖ τὸ περιὸν τῶν φόβων ἁπάσῃ τῇ Ἑλλάδι ὥστε ἀγαπητὸν ποιούμεθα, εἰ καὶ προσδεηθείς τις οἷός τε ἔσται πεῖσαι τοὺς ὑπολοίπους ἐθελῆσαι σωθῆναι. καὶ ταῦτʼ οὐ νῦν πρῶτον γιγνώσκομεν, ἀλλὰ καὶ κατὰ τὴν τοῦ βαρβάρου τὸ πάλαι στρατείαν ἅπαντας ὅσους οἷοί τʼ ἦμεν ἐπηγείραμεν, καὶ οὐκ ᾐσχυνόμεθα ὑπὲρ τῶν κοινῇ συμφερόντων δεόμενοι.