488
σκέψασθε δὴ καὶ περὶ τῆς παλαιᾶς αἰτίας ὡς καλῶς αὐτὴν ἀπελύσασθε, λέγοντες οὐκ εἶναι τὴν πόλιν αὑτῆς, ἀλλὰ τοὺς κρατοῦντας τῶν πραγμάτων μηδίσαι. τούτοις μέντοι τοῖς λόγοις οὐκ ἀκολουθεῖ τὸ νυνὶ δέξασθαι Φίλιππον. ἀλλʼ ἢ κἀκεῖνα δεῖ ψεύδεσθαι δοκεῖν, ἢ τούτοις λόγος οὐ λείπεται. ὅτι τοίνυν οὐκ ἔστιν ἐφʼ ὑμῖν, οὐδʼ ἐὰν βούλησθε, ἁμαρτεῖν σκέψασθε. νυνὶ δυοῖν θάτερον αἰτεῖ Φίλιππος, ἢ συνεμβαλεῖν, ἢ διεῖναι. διέντες μὲν τοίνυν ἡμᾶς μὲν ὁμοίως προδεδώκατε, ἐκείνῳ δʼ οὐχ ὅσον βούλεται χαρίζεσθε. ὥσθʼ ἥ τε παρʼ ἡμῶν ὑπάρχει μέμψις καὶ ἡ παρʼ ἐκείνου προσγίγνεται. ἂν οὖν διοικήσηται τὰ πρὸς ἡμᾶς, ἔστʼ ἐφʼ ὅτους πρώτους εἶσιν ἢ ὑμᾶς; ἢ τοῦτο μὲν κἂν εἰ μηδὲν ἔχοι μέμψασθαι πρόδηλον, πρὸς Διὸς, ἂν δʼ εἰσέλθῃ μὲν ὡς εὔνους καὶ φίλος, εἰσελθὼν δʼ ἔχῃ καὶ μὴ ἀνίῃ τὴν πόλιν—ἴσμεν δʼ ὃν τρόπον εἴληφε Φερὰς καὶ χωρὶς τῶν Φερῶν ἴσμεν ὃν τρόπον Φοιβίδας ἔσχε τὴν Καδμείαν ταυτηνὶ—ἂν οὖν ὡς τότʼ ἐκεῖνος παριὼν ὡς ἐπʼ Ὀλύνθου τὸ πρῶτον ἕρμαιον ἠξίωσε μὴ παρεῖναι, οὕτω καὶ νῦν οὗτος πρὶν εἰς Ἀττικὴν ἐλθεῖν,