488
Ἀμφιάρεων περὶ σωτηρίας, Φιλίππου δʼ ἐπιπολάζοντος τοσοῦτον ἤδη χρόνον καὶ τὴν Ἑλλάδα ἐκ βάθρων κινοῦντος καὶ τοσαύτην γῆν ἐπερχομένου, ὅσην οὐδέπω κῦμα ἐπέκλυσεν, οὐδεὶς οὐ λόγος, οὐ σύλλογος, οὐκ εὐχὴ πρέπουσα, οὐκ ἐρώτημα Ἑλληνικὸν, ἀλλʼ ὥσπερ νεφέλῃ κεκαλυμμένος, ἢ τὴν τῶν ποιητῶν ἄτοπον κυνῆν περικείμενος, δρᾶσαι φανερὸς, παθεῖν δʼ ἀφανὴς, περιέρχεται δημαγωγῶν τοὺς Ἕλληνας, πάντα ἐκζητῶν, πάντα εὑρίσκων εἴ τί τῳ πέπρακται δυσχερὲς εἰς τὸ πλησίον, εἰ ῥῆμά τις ἔφθεγκται μόνον, διαβάλλων ἐν μέρει πάντας, ὥσπερ παισὶ τοῖς Ἕλλησι διαλεγόμενος. σοὶ δὲ τί τούτων, ὦ κακῶς ἀμφικτύων; ἅπαντα ταῦθʼ ἕν ἐστι, δεινὸν πλεονάζων Φίλιππος. τίνες οὖν ἄλλοι ταῦτα κωλύσουσι; τίνων, ὦ ἄνδρες Θηβαῖοι, χρὴ τοῦτο γενέσθαι τὸ ἕρμαιον; ἡμῖν τὰς ἀνάγκας ταύτας οἱ θεοὶ προὐξενήκασι.