Thesauros Edebiyat Hitabet Συμμαχικὸς Α.

Συμμαχικὸς Α.

Συμμαχικὸς Α. Aristides, Aelius
484 στάσεσι προσεοικέναι, καὶ δεῖν μάλιστα μὲν, εἰ οἷόν τε, σκοπεῖν ὅπως μὴ συμβήσεται, εἰ δʼ ἄρα, τὴν ταχίστην ἀπαλλάττεσθαι, τὸν δὲ πρὸς τοὺς βαρβάρους καὶ πάλαι κακόνους πόλεμον φύσει προσειρῆσθαι, καὶ μὴ καιρῶν εἶναι ταῦτα νοσήματα καὶ φορὰν, ἀλλʼ ἀθανάτους ἑστάναι τούτων τοὺς ὅρους, ὥσπερ ὅταν τῳ χρέος ὀφείληται. ὅλως δʼ εἰ μὲν ἔξεστι μνησικακεῖν, δίκαιον μὲν οὒ, χρῆσθε δʼ, εἰ βούλεσθε, τούτῳ· εἰ δὲ κρείττων ὁ καιρὸς τῆς τοιαύτης μικροψυχίας, ἐπὶ θάτερα συμβούλῳ τῷ Φιλίππῳ χρησώμεθα καὶ νομίσωμεν ἥκειν αὐτὸν οἷον ἀκούσιον διαλλακτήν. ἡμῖν μέν γε εἰ μηδὲν ἄλλο, μέμψασθαί γε τὸ κοινὸν τοῦτο ἔχοι τις ἄν. Φίλιππος δὲ οὐδαμοῦ καταλείπει τὸν οἷα πέπονθεν ἐροῦνθʼ ὑφʼ αὑτοῦ οὕτω κακῶς ἀπολογεῖσθαι περὶ τούτων μελετᾷ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi