467
λέγουσι δὲ ὡς πολλοὺς ὑπὲρ πολλῶν ᾕρησθε κινδύνους καὶ αὐτοὶ καὶ οἱ πρόγονοι, καὶ λέγουσιν ἀληθῆ. ἀλλʼ εἰ τῶν ἄλλων οὕτω προνοεῖσθε, ὥστʼ εἰ καὶ πολεμεῖν ὑπὲρ αὐτῶν δέοι μὴ κατοκνεῖν, πῶς οὐχ ὑπὲρ ὑμῶν γε αὐτῶν μέχρι τοῦ μὴ κινδυνεῦσαι παρὰ καιρὸν προνοήσεσθε; οὐ γὰρ δή που τὰ μὲν τῶν ἄλλων συμφέροντα καὶ μετὰ κινδύνων βεβαιοῦν ἄξιον, τὰ δʼ ἡμέτερα αὐτῶν οὐδʼ ἡσυχῆ. ἔπειτα εἴ τις βούλεται σκέψασθαι διὰ τί ποθʼ ἡμῶν εὐδοκίμησαν οἱ πατέρες, πότερον διʼ αὐτὸ τὸ πλεῖν καὶ στρατεύεσθαι καὶ φιλοκινδύνως ἔχειν, ἢ διὰ τὸ σχῆμα τῶν ἔργων καὶ τὰς προφάσεις εὐλόγους καὶ ἀναγκαίας οὔσας, οὐκ ἂν, οἶμαι, φαίη διʼ ἐκεῖνα. λῃστῶν γὰρ ἂν αὐτοῖς ἔπαινον καὶ καταποντιστῶν ἀνατιθείη, εἰ τοῦτο θαυμάζοι καὶ ζηλωτὸν ἡγοῖτο τὸ τοῖς κινδύνοις ἀεὶ σφᾶς αὐτοὺς ὑποτεθεικέναι. ἀλλʼ οἶμαι τὸ τοὺς βαρβάρους ὑπὲρ τῶν Ἑλλήνων ἀμύνεσθαι καὶ μηδαμοῦ προΐεσθαι διὰ μαλακίαν τὰ δίκαια, τοῦτʼ ἐνδόξους ἐποίησεν αὐτοὺς εἰκότως. ἀλλʼ οὐχ ὁ νῦν πόλεμος τοιαύτην ἔχει τάξιν, ὥστʼ ἢ διʼ ἀνάγκην ὑμᾶς μετέχειν αὐτοῦ, ἢ διὰ προστασίαν, ἢ διὰ τοιούτου τινὸς δικαίου λόγον. αὐτὸ γὰρ τοῦτο πρῶτον οὐκ ἔνεστι διακρῖναι ποτέροις δεῖ βοηθεῖν. διὰ τί; διʼ ἓν μὲν ἐκεῖνο, ὅτι εἰ τὸ πολλοῖς ἡμᾶς συνεπειλῆφθαι