Thesauros Edebiyat Hitabet Λευκτρικὸς Ε. (ὑπὲρ μηδετέροις βοηθεῖν)

Λευκτρικὸς Ε. (ὑπὲρ μηδετέροις βοηθεῖν)

Λευκτρικὸς Ε. (ὑπὲρ μηδετέροις βοηθεῖν) Aristides, Aelius
472 συμμαχίαν, μηδὲ παθεῖν μηδὲν ὑφʼ ἡμῶν ἄγνωμον τοὺς Λακεδαιμονίους; ἐγὼ τούτου συνήγορος ὑμῖν. φέρε δὴ πάλιν· ἄνδρες οἱ Θηβαίοις συνειρηκότες βούλεσθε μηδὲν ἐμποδὼν γενέσθαι Θηβαίοις, μηδʼ ἐπὶ Λακεδαιμονίους ἡμᾶς ἀποκλῖναι; σύμψηφος ὑμῖν ἐγώ. καὶ τί κεκράγαμεν εἰκῆ καὶ φιλονεικοῦμεν, οὕτω κοινοῦ καὶ δικαίου πεφηνότος διαλλακτοῦ; ἀλλʼ οὐκ ἀπόχρη τὸ μέσον τοῦ πολεμεῖν τούτοις γε· εἰ δὲ μὴ ὑμῖν, ἕτερος λόγος. καὶ μὴν εἰ τριῶν ὄντων διὰ σπουδῆς ἑκατέροις ὑμῖν, ἑνὸς μὲν τοῦ μὴ κακῶς παθεῖν οὓς ᾕρησθε, ἑτέρου δὲ τοῦ μὴ τοὺς ἐναντίους εὖ, τρίτου δʼ ὅπως μείζους οὓς προῄρησθε ποιήσετε, τοῦτʼ ἀφαιρῶν, ἐκείνων ἔχομαι, πῶς οὖν οὐ διπλάσιον κοινωνῶ τῆς γνώμης ὑμῖν ἢ καθʼ ὅσον διέστηκα; προσθήσω δʼ ὅτι καὶ κατὰ ταῦτα κοινωνῶ καθʼ ἃ καὶ ὑμεῖς αὐτοὶ βελτίους φήσαιτʼ ἂν εἶναι. πῶς γὰρ οὐ βέλτιον κοινῶς τὸ τῇ πόλει συμφέρον ζητεῖν ἢ χάριτός τινος ἢ δυσμενείας ἤδη προσάπτεσθαι; εἶτα ἃ τοῖς ἑτέροις ἐπιτιμᾶτε ἑκάτεροι, ταῦτα αὐτοὶ ποιεῖτε. οὐκ ἐᾶτε λέγειν τὰς εὐεργεσίας, αὐτοὶ δʼ ὧν ᾕρησθε διέξιτε. ἀπολογεῖσθε ὑπὲρ τῶν ἐγκλημάτων, εἶτα κατηγορεῖτε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi