453
πρὸς τοίνυν τὸ μὴ παρεῖναι Λακεδαιμονίους ὑπὸ τὴν αὐτὴν τύχην ἡμῖν, καὶ τῇ μὲν ψήφῳ δεῖν σῶσαι, τοῖς δὲ ὅπλοις ἀπολέσαι, καὶ πρὸς ταύτην τὴν ἀκριβολογίαν, μᾶλλον δʼ ἀπορίαν, ὀκνῶ γὰρ εἰπεῖν ἀποπληξίαν, οὐ χαλεπὸν εὑρεῖν ἁπλοῦν καὶ σαφῆ λόγον. εἰ μὲν ἦν, ὦ Ἀθηναῖοι, ταμιεύσασθαι, καὶ μέχρι τούτου κακῶς διαθεῖναι παρὰ τὸν πόλεμον αὐτοὺς, μέχρι τοῦ πρὸς σύμβασιν ἐγχωρεῖν διατηρῆσαι, τάχα ἂν ταῦτά τις ἤκουσεν· οὐκ ὄντος δʼ ἐφʼ ἡμῖν οὕτω τὸν πόλεμον τεμεῖν, τί ποιήσομεν, ἐὰν ἅπαξ ὑπερβάλωμεν; ἢ μεταγνωσόμεθα; καὶ τί πλέον τοῦ καιροῦ παρελθόντος; ἐπεὶ καὶ νῦν μία δή που μάχη πάντʼ αὐτοὺς ἀφῄρηται, τοὺς συμμάχους, τοὺς εἵλωτας, τὴν παρὰ τῶν περιοίκων πίστιν, ἁπλῶς τὴν τάξιν ἐφʼ ἧς βεβηκότες ἦσαν. τὸ δὲ προσπταῖσαι τοῖς σαθροῖς ῥᾳδίαν ποιεῖ τὴν αἴσθησιν. ἂν οὖν πάλιν ἄλλην μάχην μίαν κρατηθῶσιν οἱ λοιποὶ, τί κωλύει μιᾶς ἡμέρας