Thesauros Edebiyat Hitabet Λευκτρικὸς Γ. (ὑπὲρ Λακεδαιμονίων δεύτερος)

Λευκτρικὸς Γ. (ὑπὲρ Λακεδαιμονίων δεύτερος)

Λευκτρικὸς Γ. (ὑπὲρ Λακεδαιμονίων δεύτερος) Aristides, Aelius
451 καὶ μὴ λογιζόμενοι τοῦτο, ὅτι βελτίους ἂν ἦσαν, εἰ δεινὸν ἐνόμιζον ταύτῃ προσγενέσθαι τινὰ Θηβαίοις ὠφέλειαν, κωλύοντες μᾶλλον ἢ πορίζοντες. νῦν δὲ ὥσπερ οὓς ἂν φοβῆταί τις μὴ ποιήσῃ τις εὖ, τούτους αἱρεῖσθαι δέον, οὐχ οἷς ἄν τις καὶ ἄλλους προσγενέσθαι συνεύξαιτο, οὕτω ταῦτα παραινοῦσι. καίτοι εἰ βασιλέα μὴ δύνανται κωλῦσαι βοηθεῖν, ἀλλʼ ὑμᾶς μὴ παρακαλεῖν ἠδύναντο. ἐγὼ δʼ οὐχ οὕτως ἀναισθήτους οὐδʼ ἔκφρονας εἶναι νομίζω Θηβαίους ὥσθʼ ὑπὲρ ἀρχῆς Λακεδαιμονίοις πολεμοῦντας βασιλεῖ περὶ δουλείας συμβαίνειν. καὶ γὰρ γελοῖον τούτους μὲν ζητεῖν ἀνελεῖν, ἵνα μὴ ἐμποδὼν αὐτοῖς ὦσιν, ἐκεῖνον δὲ καλεῖν ἐπὶ τοῖς ** ὃν ἴσασι δεσπότην ἕξοντες. τοσούτῳ γὰρ ἄμεινον περὶ ἡμῶν καὶ Λακεδαιμονίων βουλεύσονται, καλοῦντες βασιλέα σύμμαχον, ἤπερ αὐτοὶ περὶ αὑτῶν, ὅσῳ ἡμῖν μὲν τὸ ἀμύνασθαι γοῦν αὐτὸν καταλείψουσιν, αὐτοὶ δʼ οὐδʼ ὅπλα ἀνταράμενοι παραχρῆμα ὑποκύψουσιν αὐτῷ καὶ ἡμᾶς μὲν, ἐὰν ἄρα κρατήσῃ, διʼ αὐτοῦ κεκρατηκὼς ἔσται, ἐκείνους δὲ διʼ αὑτῶν ἔχων προτέρους· ταῦτα δὲ μαίνοιντʼ ἂν εἰ βούλοιντο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi