Thesauros Edebiyat Hitabet Λευκτρικὸς Β. (ὑπὲρ Θηβαίων πρῶτος)

Λευκτρικὸς Β. (ὑπὲρ Θηβαίων πρῶτος)

Λευκτρικὸς Β. (ὑπὲρ Θηβαίων πρῶτος) Aristides, Aelius
429 τι τῶν πάντων ἠδίκηντο ὑφʼ ἡμῶν ἐπʼ ἐκείνων τῶν χρόνων οὐκ ἂν ἔχοιεν οὐδέπω καὶ νῦν δεῖξαι οὐδὲ καταιτιάσασθαι. ἠξίουν δʼ ἡμᾶς Αἴγιναν αὐτόνομον ἀφιέναι καὶ Ποτιδαίας ἀπανίστασθαι, παραπλήσια οἷς νῦν Θηβαίοις ἐπέταττε Κλεόμβροτος. ἴστε γὰρ δή που τοῦθʼ ὅτι οὐδέν ἐστιν εὐπροσωπότερον Λακεδαιμονίων πλεονεκτεῖν ζητούντων. τότε προστάται τῶν Ἑλλήνων, τότε δεινοὶ κήδεσθαι τῆς ἐλευθερίας, ὅταν τι παρασπάσασθαι βούλωνται. ὡς δʼ οὐκ ἠνεσχόμεθʼ οὐδʼ ὑπηκούομεν, εὖ ποιοῦντες, ὦ Ἀθηναῖοι, καὶ τὸ τῆς πόλεως φρόνημα σώζοντες, οὕτως ἤδη πάντας ὅσους οἷοί τε ἦσαν παραλαβόντες πόλεμον ἐξήνεγκαν, μικρὰ μὲν τῶν ὅρκων καὶ τῶν ξυνθηκῶν φροντίσαντες, ἃς ὅθʼ εἵλομεν Εὔβοιαν ἐποιήσαντο πρὸς ἡμᾶς, μικρὰ δὲ τῶν τροπαίων καὶ τῶν ναυμαχιῶν, ὧν τίς ἂν ᾠήθη ποτὲ, ἕως ἂν ὦσι, μεμνημένοι καὶ μικρόν τι παρὰ γνώμην πράξειν αὐτοὺς τῇ ἡμετέρᾳ πόλει; ἐφρόντισαν δὲ οὐδὲν οὐδὲ τῆς προκλήσεως ἣν προὐκαλούμεθʼ αὐτοὺς λόγῳ δοῦναι καὶ λαβεῖν τὰ δίκαια περὶ τῶν διαφορῶν. ἀλλὰ ταῦτα πάντα εὐχερῶς ἀνελόντες καὶ ἐν οὐδενὶ θέντες εἰσβολὰς μὲν ἐτησίους καὶ φθορὰν τῆς χώρας ἀπέραντον σιωπῶ καὶ τοὺς καθʼ ἕκαστον ἀγῶνας, ἀλλʼ ἐκένωσαν μὲν ἡμῶν τοὺς καταλόγους, ἀπέστησαν δὲ τοὺς συμμάχους τοὺς πολλοὺς, τοὺς δὲ βίᾳ προσηγάγοντο, ἕως ἐψίλωσαν τὴν πόλιν. τελευτῶντες δὲ παρείλοντο μὲν τὴν σιτοπομπίαν, ἐλάβοντο δὲ τὰς ναῦς, τὰ δὲ τείχη κατέσκαψαν ταῖς ἡμετέραις αὐτῶν χερσὶν, ὦ Ζεῦ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi