Thesauros Edebiyat Hitabet Λευκτρικὸς Β. (ὑπὲρ Θηβαίων πρῶτος)

Λευκτρικὸς Β. (ὑπὲρ Θηβαίων πρῶτος)

Λευκτρικὸς Β. (ὑπὲρ Θηβαίων πρῶτος) Aristides, Aelius
442 ἀλλʼ ἐπειδήπερ ἐνταῦθα ἐγενόμην, ἡδέως ἂν, ὦ Ἀθηναῖοι, πυθοίμην περὶ Λακεδαιμονίων, ποτέροις καλῶς ἔχον ἐστὶ μετʼ αὐτῶν γενέσθαι; πότερον τοῖς ἐκ Πειραιῶς; ἀλλʼ ἐξέπεσον διʼ ἐκείνων, καὶ κατελθεῖν ἐπιχειροῦντες ἐναντιουμένων πάλιν αὐτῶν ἐπειρῶντο. ἀλλὰ τοῖς ἐξ ἄστεος; ἀλλʼ ἀπολώλασι τό γʼ ἐκείνων μέρος τῷ δήμῳ παραδοθέντες. τῇ δὲ τῆς πόλεως ἀγαθῇ τύχῃ καὶ τῷ καλῶς βουλεύσασθαι σῶοι καὶ ἀπαθεῖς τοῦ πλείονος ἐσμὲν ἀμφότεροι. πάλιν δὴ περὶ Θηβαίων ἐρήσομαι, ποτέροις οὐκ ἄξιον συλλαβεῖν αὐτοῖς; πότερον τοῖς ἐκ Πειραιῶς; ἀλλʼ οὐκ ἐρῶ μὲν διὰ Θηβαίους, ἐκ Θηβῶν δʼ ὁρμηθέντες Φυλὴν κατέλαβον· ἣν καταλαβόντες τῆς ὕστερον εὐτυχίας καὶ ὧν ἐπεθύμουν κύριοι κατέστησαν. ἀλλὰ δὴ τοῖς ἐξ ἄστεος; ἀλλὰ διὰ ταύτην τὴν κάθοδον τῆς πρὸς τοὺς οἰκείους δυσμενείας καὶ ταραχῆς εἰσιν ἀπηλλαγμένοι, καὶ τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους ὀμωμόκασι κρίνειν. οὐκοῦν ἐχθροὶ μὲν ἀμφοῖν Λακεδαιμόνιοι δείκνυνται, φίλοι δʼ ἀμφοῖν οἱ Θηβαῖοι. κέκριται δὴ τοῦτο πάλαι καὶ οὐ τήμερον πρῶτον· ὀξύτατος δʼ ὁ παρὼν καιρὸς, ἐν ᾧ δεῖ τοῦτο πᾶσι πέρας ἐπιθεῖναι. τί δὴ λοιπὸν ἢ συνεκτελέσαι τὰ πράγματα τοῖς Θηβαίοις καὶ μὴ λιπεῖν τὴν τάξιν, ὃ καὶ τοῖς ἰδιώταις αἰσχύνην φέρει, μηδʼ αὐτομόλων ἔργον ποιῆσαι, μεταστάντας καὶ ἀποδράντας τὰ πράγματα ἐπʼ αὐτῆς τῆς τελευτῆς ἑστηκότα. ὅμοιον γάρ ἐστι τοῦτό γε ὥσπερ ἂν εἴ τις πυγμὴν ἤ τι τοιοῦτον ἀγωνιζόμενος μέχρι μὲν τῶν ἄθλων ἔλθοι προθύμως, ἔπειτʼ ἐξειργασμένων αὐτῷ τῶν πραγμάτων, καὶ τόν γε στέφανον δέον ἤδη

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi