442
Ἀρχίνῳ, Θρασυβούλῳ, τοῖς ἄλλοις, οἳ πολλοὶ καθʼ ἡμέραν ἑκάστην ἐγίγνοντο· καίτοι ταῦτα οὐκ ἀκίνδυνα ποιοῦντες πρὸς Λακεδαιμονίων ᾔδεσαν. εἶτʼ ὦ πρὸς Διὸς οἱ παρὰ τοιαύτην συμφορὰν εὐνοϊκῶς ἡμῖν ἔχοντες καὶ οἱ πρὶν ὅτου παρʼ ὑμῶν τεύξονταί ποθʼ ὕστερον εἰδέναι, τοιαύτης οἰκειότητος καὶ φιλίας ὑπάρξαντες, οὗτοι Λακεδαιμονίων ἀπαλλαγέντες διʼ ἡμῶν μὴ παρακινήσωσί τι φοβησόμεθα; ἀλλʼ ὑπερβολὰς ἐκείνων; οὐ τἀναντία δή που δεῖ προσδοκᾶν κατὰ γοῦν τοὺς λογισμούς;