Thesauros Edebiyat Hitabet Λευκτρικὸς Β. (ὑπὲρ Θηβαίων πρῶτος)

Λευκτρικὸς Β. (ὑπὲρ Θηβαίων πρῶτος)

Λευκτρικὸς Β. (ὑπὲρ Θηβαίων πρῶτος) Aristides, Aelius
435 τῶν τυράννων ὑπεδέξαντο, ἧκον δὲ Θηβαῖοι δεῦρο καλοῦντες ὑμᾶς, καὶ ἐδέοντο μὴ περιοφθῆναι, κύριοι δʼ ἦτε καὶ προέσθαι καὶ μὴ, τί τότε ἐφρόνουν οἱ νῦν μετὰ Λακεδαιμονίων ὄντες; εἰ μὲν γὰρ προέσθαι καὶ παριδεῖν τοὺς Θηβαίους ᾤοντο δεῖν, οὐκ ἂν ἔπεισαν ἃ ἐγίγνωσκον· εἰ δὲ δέξασθαι καὶ χρήσασθαι συμμάχοις, τί νῦν προφέρουσιν αὐτοῖς ὧν ὅτε καιρὸς ἦν οὐκ ἐμέμνηντο; καὶ μὴν εἰ μὲν οὐκ ἦσαν ὁμογνώμονες ὑμῖν, οὐκ ἐπιεικῶν ἔργον ἐποίουν πολιτῶν, οὐδὲ Θηβαίων μόνον, ἀλλὰ καὶ ὑμῶν ἀντιδίκων· εἰ δʼ ἦσαν σύμψηφοι, καὶ παρὰ τὴν αὑτῶν ἐξελέγχονται νῦν λέγοντες γνώμην, οὐ μόνον παρὰ τὴν ὑμετέραν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi