421
σκεψώμεθα δὴ καὶ τὰ Θηβαίων, ἆρα ὁμοίως ἀδεᾶ, τοὺς Λακεδαιμονίους ἐὰν ἀνέλωσιν, ὥσπερ τὰ ἐκείνων, ἂν μὴ τοῦτο πάθωσιν. ἀλλὰ τίς οὐκ οἶδεν ὅτι, ἂν ἐκποδὼν γένωνται Λακεδαιμόνιοι, μετενήνεκται λοιπὸν ἐνταῦθα ὁ πόλεμος καὶ πρὸς ἡμᾶς ἤδη τοῖς Θηβαίοις ὁ λόγος γίγνεται; οὐ γὰρ ἐκεῖνό γε οὐδεὶς ἡμῶν πέπεισται ὅτι νῦν ἄλλο τι ζητοῦσιν ἐκεῖνοι ἢ παρελθεῖν ἐπὶ τὴν τάξιν ἐφʼ ἧς γε ἡμεῖς καὶ Λακεδαιμόνιοι μεθʼ ἡμᾶς ἐγένοντο, οὐδʼ οὕτως ἐσμὲν εὐήθεις ὥστε ἡγεῖσθαι Θηβαίους εὐνοϊκώτερον ἡμῖν ἢ σφίσιν αὐτοῖς ἔχειν, οὐδέ γε οὕτως ἀργοὺς οὐδὲ ὑπτίους εἶναι, ὥστε ἀνῃρημένων Λακεδαιμονίων καὶ τοῦ ἡμίσεος αὐτοῖς ὑπάρχοντος εἰς τὰ πράγματα, εἶτʼ ἐγκαταλείψειν τὸ λοιπὸν ἑκόντας. οὐκ ἔστι ταῦτα. ἀλλʼ ἐμοὶ μὲν καὶ πρώην οὐκ οἶδʼ ὅστις ἀπήγγειλε διομνύμενος ὡς ἤδη καὶ τριήρεις ἐγνωκότες εἰσὶ ποιεῖσθαι καὶ εἰς τὴν θάλατταν ἐμβαίνειν. λέγειν γὰρ ἔφη πρὸς αὐτοὺς Ἐπαμεινώνδαν ὡς οὐδὲν ὄφελος τῶν ἐν τῇ γῇ πλεονεκτημάτων, εἰ μὴ καὶ τὴν θάλατταν διʼ αὑτῶν ἕξουσι. τούτοις μὲν οὖν ἔξεστι μὲν πιστεύειν, ἔξεστι δὲ μή· ἐκεῖνο μέντοι κἀγὼ σαφῶς οἶδα καὶ οὐδὲν χεῖρον ὑμεῖς ἐμοῦ, ὅτι