Thesauros Edebiyat Hitabet Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος)

Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος)

Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος) Aristides, Aelius
421 ποτε πιστεύσαντες ἐφʼ ἡμᾶς ἥξουσι; τί δὲ καὶ ζητοῦντες; ἵνʼ ἡμᾶς ἀνέλωσιν; ἀλλʼ ὅτʼ ἔσχον καιρὸν, οὐκ ἐποίησαν τοῦτο. ἀλλʼ ὅτι οὐ συνήνεγκεν αὐτοῖς φεισαμένοις; καὶ μὴν διὰ τοῦτό γε εἴσονται σεσωσμένοι. οὐκοῦν ἵνʼ ἄλλως πράγματα ἔχωσιν; ἀλλʼ οὐχ οὕτω μαίνονται. ὑπὲρ τοῦ ποτʼ οὖν ἐνοχλήσουσιν; οὐ γὰρ ὑπέρ γε τοῦ μισεῖσθαι· ἐγὼ μὲν οὐκ ἐπινοῶ πᾶς γιγνόμενος. ἐπεὶ καὶ τοῦτο πῶς οὐκ ἄτοπον καὶ ὑπερφυὲς, ἀνθρώπους σωθέντας ὑφʼ ὑμῶν καὶ τυχόντας ὧν οὐκ ἂν ἤλπισαν μείζω, τούτους ἡγεῖσθαί τι φρονήσειν ἄγνωμον περὶ ἡμῶν, κἂν τὴν βασιλέως ἀρχὴν καὶ δύναμιν λάβωσιν; ἔπειτα εἰ φοβησόμεθα οὓς ἂν εὖ ποιῶμεν, τίσι θαρρήσομεν; οὐχ ὁρῶ. τὸ μὲν τοίνυν Λακεδαιμονίων, διττῆς οὔσης ἁπάσης ἀσφαλείας, ἀμφοτέρας ἔχει τὰς μερίδας. οὔτε γὰρ δύνανται δή που ποιεῖν ἡμᾶς κακὸν οὐδὲν οὔτʼ εἰκός ἐστι βουλήσεσθαι τούτοις γε τοῖς λογισμοῖς αὐτούς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi