Thesauros Edebiyat Hitabet Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος)

Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος)

Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος) Aristides, Aelius
420 καὶ οὐδὲ τοῦτο λέληθεν αὐτοὺς, ὅτι εἰ μὴ αὐτὴ περὶ αὑτὴν ἡ πόλις ἔπταισε, τοῦτο μὲν τὸν πρὸς Σικελιώτας ἐπεμβαλομένη πόλεμον, τοῦτο δὲ καὶ ἐν Αἰγὸς ποταμοῖς ἀμελείᾳ τῶν στρατηγῶν τὰς ναῦς ἀπολέσασα, οὐδʼ εἰ πάντας ἀνθρώπους παρέλαβον, πλέον οὐδʼ ὁτιοῦν ἂν αὐτοῖς ἐγένετο ἀλλʼ ἢ ἀπειπόντες ἐδέοντʼ ἂν ἡμῶν καταλῦσαι τὸν πόλεμον, ἢ τελευτῶντες κρατηθέντες ὑπήκουον ἄν. νυνὶ δὲ εἰς τί καὶ βλέψαντες τῶν πάντων τηλικοῦτον πρᾶγμα ἀνακινήσουσι; ποίαν ἀρχήν; τίνα ῥώμην; ποίας προσόδους; τίνα γενναῖον πολέμου πόρον; οὐκ ἔστιν οὐδέν. μὴ δὴ φαινώμεθα, ὦ Ἀθηναῖοι, δεδοικότες ἀνθρώπους ἱκέτας. αἰσχρὸν γὰρ ἐάν τις ἀκούσῃ τοῦτο πρῶτον, ὅτι Ἀθηναῖοι φοβοῦνται τοὺς σωθῆναι ζητοῦντας. ἀλλὰ μηδὲ ἐπὶ νοῦν ἄγωμεν μήτʼ αὐτοῖς τούτοις μήτʼ ἄλλῳ μηδενὶ τῶν Ἑλλήνων ὅτι ἀρχὴν ὑπόνοιάν τινα τοιαύτην περὶ αὐτῶν ἀξιοῦμεν ἔχειν. μηδαμῶς. ἀλλὰ τί καὶ οἴεσθε; οἱ Θηβαίοις οὐκ ἀνταρκέσαντες χωρὶς ἡμῶν τῷ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi