Thesauros Edebiyat Hitabet Ὑπὲρ τῆς πρὸς Ἀθηναίους εἰρήνης

Ὑπὲρ τῆς πρὸς Ἀθηναίους εἰρήνης

Ὑπὲρ τῆς πρὸς Ἀθηναίους εἰρήνης Aristides, Aelius
404 συγκέκλεινται· τὰ δὲ πολλὰ καὶ λαμπρὰ ἐκεῖνα ὄναρ δὴ διαπτάμενα αὐτοῖς οἴχεται. εἶτα τούτοις ἡμεῖς ὀργιζώμεθα; μηδαμῶς. ἀνδρῶν γάρ ἐστι καθʼ ὑμᾶς τὴν φύσιν τοὺς μὲν ἀνθεστηκότας κατείργειν τοῖς ὅπλοις, τοὺς δʼ ὑποπεσόντας ἠπίως μεταχειρίζεσθαι, καὶ τοῦ νικῆσαι μαχομένους οὐκ ἐλάττω φιλοτιμίαν ἔχειν ἡγεῖσθαι τὸ καλῶς χρῆσθαι τοῖς ὑπάρχουσιν, ἄλλως τε καὶ εἰ φαυλότατοι πάντων ἐν τῷ νυνὶ χρόνῳ περὶ τοὺς Ἕλληνας γεγόνασιν, ἦν ὅτε οὐδένες τούτων βελτίους μετά γʼ ἡμᾶς. ἀλλʼ ἂν ἐξετάζητε ὀρθῶς, οὐδαμοῦ τὰ νῦν ἐγκλήματα πρὸς τὰς τότε αὐτῶν ἀνδραγαθίας ὄντα φανήσεται καὶ μεγέθει λέγω καὶ πλήθει. νυνὶ μέν γε Σκιώνην καὶ Μῆλον καὶ Τορώνην καὶ δύο καὶ τρεῖς ἑτέρας πόλεις ἀοίκους ἐποίησαν, τότε δὲ ἁπάσας τὰς πόλεις συνδιέσωσαν τῇ Ἑλλάδι, ἰδίᾳ μὲν πρὸς Δᾶτιν, κοινῇ δὲ μεθʼ ἡμῶν πρὸς Ξέρξην καὶ τοὺς ὑπάρχους ἀγωνισάμενοι. καὶ νῦν μέν γε Αἰγινήτας ἐξῴκισαν, τότε δʼ ἐξέλιπον τὴν ἑαυτῶν ὑπὲρ τοῦ μηδὲν ἀνήκεστον τοῖς Ἕλλησι συμβῆναι, καὶ παρὸν αὐτοῖς ἀποπλεύσασιν οἴχεσθαι, ἢ καὶ τῷ βασιλεῖ προσθέσθαι καθʼ ἡμῶν, οὐκ ἐτόλμησαν. ἆρʼ ἐστὶν ἃ τοὺς ἄνδρας ἐξαιτεῖται παρʼ ὑμῶν; καὶ σιωπῶ σίτου μετάδοσιν τὸ ἀρχαῖον καὶ μυστηρίων ἔτι νῦν ἐφʼ ἑκάστῳ τῷ ἔτει γιγνομένων καὶ τῶν καταφευγόντων ὑποδοχὰς καὶ μυρίας ἑτέρας φιλανθρωπίας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi