402
ὑμῖν προξενεῖν. ἐμοὶ μὲν γὰρ καὶ ὑπερβολὴ προσγίγνεσθαι δοκεῖ διʼ ἀμφοῖν· οἵ τε γὰρ δρῶντες Λακεδαιμόνιοι καὶ οὐκ Ἀθηναῖοι οἵ τε πάσχοντες Ἀθηναῖοι καὶ οὐ Σκιωναῖοι, ὧν οὐδὲ τοὔνομα πολλοῖς γνώριμον. ἔπειτα καὶ οὗτοί μοι δοκοῦσιν ἡμῶν γε κρατήσαντες οὐδὲν ἂν πλέον ζητῆσαι, ἀλλʼ αἰσχυνθέντες ἂν τὸ σχῆμα καὶ τὰς ἀρετὰς ἐνταῦθά που στῆναι. ἴσμεν δʼ ὅτι καὶ τοὺς ἐκ Πύλου τρόπον τινὰ ᾐσχύνθησαν.