Thesauros Edebiyat Hitabet Ὑπὲρ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης

Ὑπὲρ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης

Ὑπὲρ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης Aristides, Aelius
397 ἐποιήσαμεν. πάλιν ἡνίχʼ οὗτοι προσέταττον ἃ δεξαμένοις οὐ καλῶς ἔμελλε σχήσειν. ὅτε δὲ ἐν μὲν τῇ ἡσυχίᾳ δόξα μετὰ ἀσφαλείας, ἐν δὲ τῷ πολεμεῖν οὐ μόνον περὶ τῶν ὄντων, ἀλλὰ καὶ περὶ αὐτῆς τῆς δόξης ὁ κίνδυνος, τί δεῖ τετυφωμένως οὕτω φιλονεικεῖν, ὥσπερ ὑμῖν αὐτοῖς οὐχ ἧττον ἢ τούτοις χαλεπαίνοντας; σκέψασθε γὰρ καὶ τοῦτο, ὅτι τὴν μὲν εἰρήνην ὡς ἀκίνδυνον ἐπιεικῶς πάντες ἀσπάζονται, τοὺς πολέμους δʼ ὑπὲρ εὐδοξίας οἵ γε ἐπιεικεῖς ὑφίστασθαι δοκοῦσιν. ὥσθʼ ὑπὲρ μὲν τούτων γένοιτʼ ἂν ἴσως ἔρις καὶ βουλεύσαιντʼ ἂν ἕκαστοι πρὸς τὸν αὑτῶν τρόπον, οἱ μὲν τὴν ἀσφάλειαν, οἱ δὲ τὸ κρεῖττον προαιρούμενοι· νυνὶ δὲ οὐκ ἔνεστι χωρίσαι, ἀλλʼ ὥσπερ θεῶν τινὸς ὑμῖν δεικνύντος ὅτι χρὴ τὴν εἰρήνην δέχεσθαι, καὶ μετὰ μὲν ταύτης ἅμα τʼ ἀσφαλῶς οἰκεῖν καὶ φιλοτιμεῖσθαι, τὸν πόλεμον δʼ αἱρουμένοις οὐχ ἧττον ἀδοξεῖν ἢ κινδυνεύειν ὑπάρχει. τί δή ποτε; ὅτι τὰς μὲν διαλλαγὰς οὐ φόβῳ περὶ ἡμῶν αὐτῶν ποιεῖσθαι δόξομεν, ἀλλὰ φιλανθρωπίᾳ· τοῦτο δʼ οὐ μικρὸν εἰς ἀρετῆς λόγον· τοῦ πολέμου δʼ ἐχόμενοι τριῶν τῶν χειρίστων δόξαν οἰσόμεθα, ἀπληστίας, ὠμότητος, ἀβουλίας. καὶ γὰρ πλειόνων ἢ δεῖ γλίχεσθαι καὶ ταῖς τῶν Ἑλλήνων συμφοραῖς ἐπιχαίρειν καὶ μὴ ἐπίστασθαι βουλεύσασθαι περὶ πραγμάτων ἐστὶν ἐν αὐτῷ. καίτοι τούτων οὐκ ἄν ποτʼ ἐναντιώτερα τῇ φύσει τῆς πόλεως ὀνείδη γένοιτο. εἰ δὲ καὶ πταῖσαι προσέσται, τί τίς ἂν λέγοι;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi