Thesauros Edebiyat Hitabet Εἰς τὸ ἐναντίον

Εἰς τὸ ἐναντίον

Εἰς τὸ ἐναντίον Aristides, Aelius
380 μὴ ὑμεῖς γε, ὦ Ἀθηναῖοι, μηδὲν ἀβέλτερον πάθητε μηδὲ ἐξαπατήσητε ὑμᾶς αὐτοὺς, ὥσπερ οἱ τοὺς ὀφθαλμοὺς συγκλείοντες, ὅπως μὴ ὁρῶσιν ἃ μὴ θέλουσιν. ἀλλʼ ἰδόντες οἷ πρόεισι τὰ πράγματα, ἕως ἔτι καιρὸς καὶ κύριοι τῆς βουλῆς καθέστατε, ἐπίσχετε καὶ μὴ βούλεσθε δυοῖν ὁδοῖν τὴν μὲν καθʼ ὑμῶν ἰδεῖν, τὴν δὲ ὑπὲρ ὑμῶν ἀγνοεῖν. οὐδὲ γὰρ νῦν ἐνδείᾳ σωμάτων καὶ τῆς ἄλλης παρασκευῆς οὕτω διατέθειται τὰ πράγματα, ἵνʼ ὡς ἀγεννέστερον αὐτοῖς ἐγχειρήσαντας ἡμᾶς αὐτοὺς καταμεμφώμεθα, ἀλλʼ ἕνεκα μὲν στόλου λαμπρότητος καὶ περιουσίας ἅπαντα πέπρακται, τῇ τύχῃ δὲ ἐπταίκαμεν καὶ τῷ προεῖσθαι τὸ μέγιστον τῶν πλεονεκτημάτων, τοῦτο δʼ ἦν ὁ καιρὸς, καὶ τῷ μὴ ἐπιστῆναι ταῖς Συρακούσαις ἐν ἀκμῇ τοῦ φόβου, πρὸς ταῦτα καὶ Νικίου καὶ ὅτου τις βούλεται κατηγορείτω· οἱ δʼ οὖν καιροὶ προεῖνται, καὶ οὐχ οἷόν τε

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi