389
θαυμάζω δὲ τῶν φοβουμένων μὲν Συρακοσίους μὴ δεῦρʼ ἐπιπλεύσωσιν, αὐτοὺς δʼ ἐπʼ ἐκείνους πλεῖν κελευόντων, ὥσπερ ἄδειαν οὖσαν. ἐγὼ δʼ ἡγοῦμαι μὲν Συρακοσίους οὐχ οὕτω παραφρονεῖν ὥστʼ ἀγαπητῶς καὶ παρὰ δόξαν ἀπαλλαγέντας πραγμάτων αὑτοῖς κινεῖν ἕτερα, ἄλλως τε καὶ παρʼ ἡμῶν αὐτῶν ἐγνωκότας ὡς οὐ λυσιτελὲς τοσαύτην ἀπὸ τῆς οἰκείας ῥᾳδίως κινεῖσθαι, εὐξαίμην δʼ ἂν ἅπασι τοῖς θεοῖς ἐνταυθοῖ λαβεῖν αὐτούς. ἅμα μὲν γὰρ οὐ πρὸς ἴσας ναῦς προσοισόμεθʼ αὐτῶν, ὅσας περ ὑπὲρ τῆς αὑτῶν σωτηρίας ἐκεῖ παρέξονται, ἅμα δʼ οἶμαι τὸν νόμον εἴσονται τῶν ὑπερορίων καὶ μεγάλων στρατειῶν· ᾧ περιέπεσε μὲν ὁ Περσῶν βασιλεὺς ὁ δεῦρο στρατεύσας, περιέπεσον δὲ Καρχηδόνιοι διαβάντες εἰς Σικελίαν μυριάσι πολλαῖς καὶ πεζῆς καὶ ναυτικῆς δυνάμεως. οὐ γὰρ ὁμοίως τά τε οἰκεῖα φυλάττειν δυνατὸν καὶ τοὺς μακρὰν ἀφεστῶτας χειροῦσθαι, ἀλλʼ ἀκολουθεῖ τις νέμεσις τῷ τολμήματι. ἃ καὶ Λακεδαιμόνιοι γιγνώσκοντες οὐδὲν οὕτως ὡς τὰς διὰ πολλοῦ στρατείας φυλάττονται. καὶ γάρ τοι τῶν Ἑλλήνων οὐκ ἐλάχιστον δύνανται τὰς κατὰ μικρὸν πλεονεξίας συλλέγοντες. εἰ δὲ δεῖ πάντων ἀποστάντα ἓν