388
καὶ τῆς πρὸς τοὺς καιροὺς εὐαρμοστίας, καὶ οὔτε Συρακοσίων οὔτε Σελινουντίων οὔτʼ ἄλλος οὐδεὶς τῶν ἐκεῖ κομπάσεται καθʼ ἡμῶν οὐδʼ ὡς ἐξήλασεν ἕξει λέγειν. πάντες γὰρ ἄνθρωποι συνήσονται, ὅσον μὲν εἰς ἡμᾶς κἀκείνους ἧκεν, οὐδὲ μικρὸν αὐτοὺς ἀντᾶραι δυνηθέντας, Λακεδαιμονίων δὲ καὶ Κορινθίων ἐπελθόντων καὶ τῶν ἀρχαίων πολεμίων οὕτως ἡμᾶς δόντας λογισμὸν ἡμῖν αὐτοῖς πρὸς τὰ παρόντα. ὥστʼ οὐ μόνον ἀσφάλεια, ἀλλὰ καὶ δόξα ἀγαθὴ τῇ γνώμῃ προσγίγνεται. οὗτοι μὲν οὖν φοβοῦνται μὴ φεύγειν δοκῶμεν, ἐγὼ δὲ ἀπεύχομαι μὲν τοῦ λόγου τὴν ἀλήθειαν, τὸν ἐναντίον δὲ φοβοῦμαι φόβον μὴ πλεονάζοντες, εἶτʼ οὐ δυνηθῶμεν φεύγειν, ἀλλὰ πάθωμεν ταυτὸν τοῖς περὶ τοὺς κύβους φιλονεικοῦσιν, οἷς ἐξὸν παριδεῖν ὅσον ἐζημιώθησαν, εἶτα ἀθώοις εἶναι τοῦ πλείονος, ἡ μετὰ τῆς ὀργῆς ἔρις τὴν εἰς τοὔσχατον ἤνεγκε βλάβην.