Thesauros Edebiyat Hitabet Εἰς τὸ ἐναντίον

Εἰς τὸ ἐναντίον

Εἰς τὸ ἐναντίον Aristides, Aelius
377 γνώμην ὡς οὐ χρὴ πλεῖν εἰς Σικελίαν τῶν αὐτῶν ἔχονται λόγων, ὅσοι τε σύμψηφοι τοῖς πολλοῖς ὄντες τότε νῦν τὴν ἑτέραν φέρουσιν. οἱ μὲν γὰρ ἐξ ἀρχῆς τὰ δέοντα ἐλογίζοντο, οἱ δὲ ἔργῳ δεικνύουσι προνοητικῶς ἔχοντες. ὅτε μὲν γὰρ ἐξῆν ἐφιέναι ταῖς ἐλπίσι, μεθʼ ὑμῶν ἦσαν, ὅτε δʼ ἡ πεῖρα τἀληθὲς εὑρίσκει, πρὸς τὸ φαινόμενον τίθενται ἦν δʼ οἶμαι φιλονεικούντων μὲν οἷς ἐξ ἀρχῆς προείλοντο ἐθέλειν ἐμμένειν, νοῦν δὲ ἐχόντων καὶ βουλομένων σώζεσθαι τὴν πόλιν μετὰ τῶν πραγμάτων γίγνεσθαι. οὐ γὰρ τὰ ψηφίσματα τὰς ἐν τοῖς ὅπλοις πράξεις κατορθοῖ, ἀλλʼ ὅπως ἂν ἔχῃ τὰ τῶν πολέμων πράγματα, τοιαῦτα δεῖ περὶ αὐτῶν γίγνεσθαι τὰ ψηφίσματα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi