Thesauros Edebiyat Hitabet Εἰς τὸ ἐναντίον

Εἰς τὸ ἐναντίον

Εἰς τὸ ἐναντίον Aristides, Aelius
385 τῶν ἐν Συρακούσαις αἱρεῖσθαι ὁτιοῦν καὶ παθεῖν; ἢ οὐκ ἀκούετε τῆς ἐπιστολῆς, ὡς εἰ μή τις αἱρήσει τὸ παρατείχισμα χειρὶ συχνῇ βιασάμενος, πέρας τἀν τῇ γῇ πράγματα ἔχει; οὐκοῦν ἄτοπον τοὺς αὐτοὺς κινδύνους ὑπὲρ μὲν τῆς οἰκείας καὶ τῶν ὄντων φεύγειν, ὑπὲρ δὲ τῆς ἀλλοτρίας καὶ τῶν μηδὲν προσηκόντων ὑφίστασθαι. καὶ μὴν ἐνταῦθα μὲν πρὸς Πελοποννησίους καὶ Βοιωτοὺς ἐγίγνετʼ ἂν ἡ μάχη, ἐκεῖ δὲ πρός τε τοὺς αὐτοὺς τούτους παρόντας καὶ πρὸς ἄλλους ἔτι πλείονας, τοὺς μὲν ἐξ αὐτῆς τῆς νήσου, τοὺς δʼ ὅθεν ἂν τύχῃ. καὶ μὴν οὐδʼ ὑπὲρ φυλακῆς γε τῆς χώρας εἰ λάβοιμεν οὐδὲν ἂν εἴποιμι· παντελῶς γὰρ ἂν ἀγνοοίην τὰ παρόντα. καίτοι πρός γε τὸ τῆς Κύπρου παράδειγμα τοσοῦτον εἰπεῖν εἶχον, ὅτι βασιλεὺς μὲν ἄρχει Κύπρου διὰ πάσης συνεχοῦς ἀπὸ τῆς ἑαυτοῦ, ἡμῖν δὲ εὐθὺς πρὶν Μαλέαν περιπλεῦσαι πᾶν τὸ ἐν δεξιᾷ πολέμιον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi