Thesauros Edebiyat Hitabet Εἰς τὸ ἐναντίον

Εἰς τὸ ἐναντίον

Εἰς τὸ ἐναντίον Aristides, Aelius
384 ὅτι δʼ οὐκ ἐκείνῳ τῷ λόγῳ χρὴ πιστεύειν, ὡς ἡ πολλὴ τῆς Συρακοσίων δυνάμεως πρὸς ἡμῶν ἐστιν, ἀκούσατε. οὐδεὶς, ὦ Ἀθηναῖοι, τῶν ἐν Σικελίᾳ οὔτε Ἑλλήνων λέγω οὔτε βαρβάρων ἐξ ἴσου Συρακοσίους τε μισεῖ καὶ ἡμῖν εὐνοϊκῶς ἔχει, ἀλλʼ ὥς μοι δοκοῦσι διακεῖσθαι φράσω. ἐκεῖνοι, μέχρι μὲν μηδεὶς ἀφῖκτο παρʼ ἡμῶν εἰς Σικελίαν, ἐδυσχέραινον Συρακοσίους, ὥσπερ ἡμᾶς πολλοὶ τῶν ἡμετέρων συμμάχων. οὐδεὶς γὰρ ἑκὼν οἶμαι δουλεύειν βούλεται. δυνάμεως δὲ τοσαύτης φανείσης, καὶ πάλιν ἄλλης πεμπομένης ὑφʼ ἡμῶν καὶ τῆς διανοίας οὔσης περιφανοῦς, οὐκέτʼ ἐκείνους μισοῦσι μᾶλλον ἢ ἡμᾶς δεδίασιν, ὥσθʼ ἡμεῖς διαλλακταὶ γιγνόμεθα αὐτοῖς. πολὺ γὰρ αὖ μᾶλλον αἱρήσονται τοὺς οἰκείους καὶ ὁμοίους, ἐὰν ἄρα καὶ παριδεῖν δέῃ μικρὸν ἐλαττουμένους αὐτῶν, ἢ τοὺς ἀλλοτρίους καὶ ἐπήλυδας. ταῦτʼ ἐστὶν ἃ δέδοικα καὶ πρὸς τούτοις, ὦ Ἀθηναῖοι, τὴν Λακεδαιμονίων ψευδολογίαν, ὑφʼ ἧς διαβεβλήμεθα, ὡς τῷ βιαίως ἄρχειν ἅπαντας ὑπερβεβληκότες. πάντων δʼ ἀτοπώτατον τῆς μὲν Ἀττικῆς αὐτῆς παραχωρῆσαι τοῦ μὴ μάχεσθαι μηδὲ κινδυνεύειν ἕνεκα, ὑπὲρ δὲ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi