Thesauros Edebiyat Hitabet Εἰς τὸ ἐναντίον

Εἰς τὸ ἐναντίον

Εἰς τὸ ἐναντίον Aristides, Aelius
384 Σικελιώτας ὁ πόλεμος. ταὐτὰ δὲ ταῦτα λέγω καὶ περὶ τῶν ἐν Ἰταλίᾳ πραγμάτων, ὡς οὐκ ἂν ὑμᾶς ἐκφύγοι σχολῆς ἀπὸ τῶν ἄλλων παραπεσούσης. εἰ μέντοι δεήσει κατὰ ταυτὸν καὶ Πελοποννησίοις καὶ τοῖς ἐν Σικελίᾳ καὶ Ἕλλησι καὶ βαρβάροις πολεμεῖν, καὶ πρὸς τούτοις ἔτι τοῖς ἀπὸ τῆς ἀντιπέρας ἠπείρου μετʼ ἐκείνων ἐσομένοις, οὐκέτι τοῦτʼ ἔχω θαρρεῖν, ἀλλὰ δέδοικα τὰς ἐλπίδας ἡμῶν μακρὰς οὔσας. ἡ γὰρ παρενθήκη τοῦ πολέμου κινδυνεύει μείζων τοῦ κεφαλαίου ἡμῖν καθίστασθαι, οἵτινες ἀξιοῦμεν Σικελίαν καὶ Ἰταλίαν καὶ Καρχηδόνα καὶ μικροῦ δεῖν πάντας ἀνθρώπους ὑποχειρίους ποιήσασθαι, ἵνʼ αὐτοὺς δεῦρο κομίσαντες τὴν Πελοπόννησον παριστῶμεν. ἐμοὶ δὲ, ὦ Ἀθηναῖοι, καὶ μηδεὶς ὑπολάβῃ δυσκόλως, τοὐναντίον δοκεῖ πρότερον ἐγχωρεῖν τε καὶ χρῆναι τὴν Πελοπόννησον ὑφʼ ἡμῖν αὐτοῖς ποιήσασθαι, ἵνα διὰ τούτων τῶν ἔξω τοσούτων κρατήσωμεν, καὶ δεῖν διὰ τούτων ἐκεῖνα προσκτήσασθαι μᾶλλον ἢ τοῖς ἐκεῖ τούτων ἕνεκα ἐγχειρεῖν ἐν ἀκαιρίᾳ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi