Thesauros Edebiyat Hitabet Περὶ τοῦ πέμπειν βοήθειαν τοῖς ἐν Σικελίᾳ

Περὶ τοῦ πέμπειν βοήθειαν τοῖς ἐν Σικελίᾳ

Περὶ τοῦ πέμπειν βοήθειαν τοῖς ἐν Σικελίᾳ Aristides, Aelius
368 αἰσχρῷ τὴν βλάβην ἐπισπώμεθα. καὶ μηδεὶς ὑμῶν ἐκεῖνο ἐνθυμηθῇ, ὡς οὐχ ὁμοίων τῶν πραγμάτων ὄντων τότε πρῶτον ἐπέμψαμεν καὶ νῦν ἐπανάξομεν, ἂν ταῦτα νικήσῃ. οὐδὲ γὰρ τότε ταῖς σπονδαῖς ταῖς πρὸς Λακεδαιμονίους θαρροῦντες ἐπέμπομεν. μέγα δὲ, ὦ Ἀθηναῖοι, τούτου σημεῖον· ἔτι γὰρ τοῦ πολέμου συνεστηκότος καὶ πολὺ πρότερον τῶν σπονδῶν ἐνεχειρήσαμεν τοῖς πράγμασιν. ἀλλὰ τί δὴ ποιῆσαν ἡμᾶς προθύμους εἰς τὴν στρατείαν ἦν; ὅπερ, ὦ Ἀθηναῖοι, καὶ δικαιότατον καὶ πᾶς τις εὔνους ὢν ὑμῖν συνεύχετο, τὸ θαρρεῖν τοῖς ὑπάρχουσι καὶ τὸ προσήκειν ἡγεῖσθαι τῇ τῆς θαλάττης ἀρχῇ τὴν προσθήκην ταύτην, ἣ τά τε ἡμέτερα αὐξήσειν ἔμελλεν οὐκ ὀλίγῳ τινὶ καὶ τῇ Πελοποννήσῳ πολλὰς ποιήσειν τὰς ἀπορίας. οὐ δὴ τοῦτο σκεπτέον, εἰ τότε εἰρήνην ἤγομεν, ἀλλʼ εἰ τοῖς τοῦ πολέμου πράγμασι συμφέρει τἀκεῖ διʼ ἡμῶν εἶναι, καὶ ὅτι γʼ εἰ τὰ σφόδρα πρῶτα δεῖ ζητεῖν, ἐν ἀκμῇ τοῦ πολέμου ταῦθʼ ὑμῖν ἔδοξε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi