Thesauros Edebiyat Hitabet Περὶ τοῦ πέμπειν βοήθειαν τοῖς ἐν Σικελίᾳ

Περὶ τοῦ πέμπειν βοήθειαν τοῖς ἐν Σικελίᾳ

Περὶ τοῦ πέμπειν βοήθειαν τοῖς ἐν Σικελίᾳ Aristides, Aelius
367 καὶ μὴν, ὦ Ἀθηναῖοι, τὸ μὲν ἐξ ἀρχῆς ἀποψηφίσασθαι τὸν πλοῦν γνώμῃ κεχρημένων, τὸ δʼ οὐ μόνον ἐψηφισμένους, ἀλλὰ καὶ δύναμιν τοσαύτην ἀποστείλαντας καὶ πᾶσι περιφανεῖς ἐφʼ οἷς διενοήθημεν γεγενημένους. εἶτʼ ἀνακαλεῖν, δυοῖν ἅπασιν ἔσται σημεῖον, ἀβουλίας καὶ ἀνανδρείας· ἀβουλίας μὲν, εἰ μηδὲν τούτων ἐξ ἀρχῆς εἴδομεν, ἀνανδρείας δʼ, εἰ φεύγειν Συρακοσίους δόξομεν. καίτοι κέρδος μὲν οὐδὲν οὕτω τῶν πάντων δή που τίμιον ὥσθʼ ἕνεκα αὐτοῦ τοσαύτην αἰσχύνην ὑποστῆναι, καὶ ταῦτʼ Ἀθηναίους ὄντας, οἷς οὐκ εἴ τι πεισόμεθα εἰς πλείω λόγον ἥκει σκοπεῖν, ἀλλὰ τί πράξαντες ἐν καλῷ τοῦ σχήματος εἴημεν ἄν. οὐ μὴν οὐδὲ τοῦτό γʼ ἂν εἴποι τις, ὡς ἔσθʼ ὅ τι κερδανοῦμεν, ταῦτα καὶ τὰ τοιαῦτα ὀνείδη νῦν ὑποστάντες. ἐχθρῶς μὲν γὰρ οὐδὲν ἧττον δή που τούς γε ἐπιβουλευθέντας ἀνάγκη κεκινῆσθαι, ἐάν τε ἐξεργασώμεθα τὴν ἐπιχείρησιν ἐάν τε μὴ, τῇ δὲ ἔχθρᾳ τὸ δοκεῖν χείρους εἶναι προστιθέμεθα. οὐκοῦν αἰσχύνη πλέον, οὐ κέρδος τὸ φυγεῖν γίγνεται· οὐκ, ἐάν γε ἐμοὶ πείθησθε. ἀλλʼ ἐπειδὴ ἀναγκαῖον τὸ τῆς ἔχθρας, ἔργου τινὸς αὐτὸ τιμησόμεθα ἀξίου, κἀκεῖνο εἰσόμεθα ὅτι ἐπεξιόντες μὲν οἷς ἐγνώκαμεν πολεμίων ἡμᾶς αὐτοὺς ἀπαλλάττομεν, ἀποδράντες δὲ ἀπὸ τῶν πραγμάτων πολεμίους ἡμῖν αὐτοῖς ὑπολείπομεν. οὕτω τὸ μὲν πρέπον αἱρούμενοι καὶ τὴν ὠφέλειαν ἅμʼ αὐτῷ κτώμεθα, τῷ δʼ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi