Thesauros Edebiyat Hitabet Περὶ τοῦ πέμπειν βοήθειαν τοῖς ἐν Σικελίᾳ

Περὶ τοῦ πέμπειν βοήθειαν τοῖς ἐν Σικελίᾳ

Περὶ τοῦ πέμπειν βοήθειαν τοῖς ἐν Σικελίᾳ Aristides, Aelius
364 τὰς Συρακούσας, συμβῆναί τε νεώτερα ἐν τῷ στρατοπέδῳ, Ἀλκιβιάδου μὲν ἀπελθόντος, Λαμάχου δὲ τελευτήσαντος, Γυλίππου δὲ ἐπελθόντος, ταῦτʼ ἐστὶν ἃ τὴν τοῦ χρόνου τριβὴν ἐμπεποίηκεν. οὐ γὰρ πλέον γε οὐδὲν, σὺν θεοῖς εἰρῆσθαι, φοβοῦμαι. ποῦ γὰρ ἂν ἢ τὸ παρατείχισμα τοῦτο τὸ νῦν ἐνοχλοῦν ἐξῳκοδόμητο, μὴ τῆς ἐκ Λακεδαίμονος βοηθείας ἐπελθούσης; ἢ τὴν βοήθειαν μὴ ὅτι ταύτην, ἀλλά τινα σχολὴν τοῦ μεταπέμψασθαι Συρακόσιοι πότʼ ἂν ἔσχον, εἴ τις ἢ τότε ἐξ ἀρχῆς ἐπέκειτο, ἢ παραγιγνομένην γε οἱ ταχθέντες ἐκώλυον, εἰ προῄσθοντο καὶ μὴ παρεῖσάν τι τοῖς ἡμετέροις, ἐξ ἴσου τῶν ἐν Σικελίᾳ; νῦν δὲ τὰ μὲν βραδυτὴς ἑνὸς ἀνδρὸς καὶ δυοῖν, τὰ δὲ καιροῦ τύχη βουλεύεσθαι περὶ τῶν ἑτοίμων ἡμᾶς πεποίηκεν· ἐπεὶ τοῖς γε ὅλοις ὁπόσῳ τινὶ κρείττους γεγενήμεθα καὶ Νικίας αὐτὸς μαρτυρεῖ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi