Thesauros Edebiyat Hitabet Περὶ τοῦ πέμπειν βοήθειαν τοῖς ἐν Σικελίᾳ

Περὶ τοῦ πέμπειν βοήθειαν τοῖς ἐν Σικελίᾳ

Περὶ τοῦ πέμπειν βοήθειαν τοῖς ἐν Σικελίᾳ Aristides, Aelius
368 καὶ μὴν οὐδὲ τὴν ἐπιτείχισιν οὐδὲ τὰς αὐτομολίας ἄξιον ἐμποδὼν θέσθαι. εἰ μὲν γὰρ ἐμέλλομεν παραλαβόντες τοὺς ὄντας ἡμῶν ἐν Σικελίᾳ κατὰ γῆν συμβαλεῖν Πελοποννησίοις, ἦν ἄν τι τοῦτο· εἰ δὲ ἀνάγκη μένειν εἴσω τείχους, κἂν δὶς τοσούτους μεταπεμψώμεθα, οὐχ ὁρῶ τὸ κέρδος ὃ τῇ κλήσει πρόσεστιν, εἰ μὴ καὶ τοῦτο πάντων ἐναντιώτατον τῇ πολιορκίᾳ, ἥν φασί τινες ἡμᾶς πολιορκεῖσθαι, πάντας ἐν ταὐτῷ συνειλεγμένους ἀργεῖν. ἡγοῦμαι δʼ ἔγωγε οὐδὲ τοὺς οἰκέτας τοῦ πλήθους ἡμῶν ὑπερορῶντας νῦν ἀποδιδράσκειν, ἀλλὰ τὰ μὲν τῷ λήσειν ἐξ ἀρχῆς πιστεύοντας, τὰ δʼ εἰ γένοιντο ἅπαξ ἐν τοῖς πολεμίοις, οὐδὲν πείσεσθαι νομίζοντας, ὅλως δὲ τῇ δούλων φύσει χρωμένους, ἣ καθάπερ τῷ προσρήματι τοῖς δεσπόταις ἐναντία, οὕτω κἀν τοῖς βουλήμασιν. ἀντὶ γὰρ ὧν εὖ πάσχουσι μισοῦσι καὶ δίκην ἐθέλουσι λαμβάνειν ὧν χάριν ἐκτίνειν εἰκὸς ἦν. αὕτη δέ ἐστι μὴ παντάπασιν ἔχειν εὐμενῶς τοῖς δεσπόταις. ἐγὼ τοίνυν καὶ πρὸς αὐτὰς τὰς αὐτομολίας ἐπιτηδειότερον τὸν ἀπόστολον εὑρίσκω. ὁρῶντες

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi