Thesauros Edebiyat Hitabet Ἱεροὶ λόγοι πέμπτος

Ἱεροὶ λόγοι πέμπτος

Ἱεροὶ λόγοι πέμπτος Aristides, Aelius
359 ἔχοντι δὲ οὕτω μοι γίγνεται ὄψις ὀνειράτων τοιάδε. ἐδόκουν εἶναι μὲν Ἀθήνησιν ἄρτι κατηρκὼς, οἰκεῖν δὲ ἐξόπισθε τῆς ἀκροπόλεως ἐν οἰκίᾳ Θεοδότου τοῦ ἰατροῦ, εἶναι δʼ αὐτὴν πρώτην πρὸς ἥλιον ἀνίσχοντα· τοῦ δὲ νεὼ τῆς Ἀθηνᾶς ὁρᾶσθαι τὸν ὀπισθόδομον ἀπʼ αὐτῆς, καὶ εἶναι πολὺ κατωτέρω τῆς ἀκροπόλεως τὴν οἰκίαν. τυγχάνειν δὲ πομπὴν Ἔρωτι γιγνομένην ἔξω πυλῶν καὶ τὸν Θεόδοτον περὶ ταῦτα ἔχειν καὶ ἄλλους τινὰς οἷς προσετέτακτο, αὐτὸς δὲ ἐν τούτῳ διατρίβειν ἔνδον. καὶ τυχεῖν Λούκιόν τε παρόντα τῶν ἑταίρων καὶ ἄλλους τῶν περὶ λόγους, καὶ προτρέπειν δή με ὥσπερ εἴωθε, τὸν Λούκιον, τάς τε διατριβὰς συνέχειν τὰς περὶ τοὺς λόγους καὶ προσίεσθαι τοὺς νέους. καὶ δὴ καὶ παῖδά τινα Λούκιον πρὸς αὐτὸν λέγειν περὶ ἐμοῦ ἄλλα τε δὴ εὔφημα καὶ ὡδί πως τὸν ἔπαινον διατίθεσθαι, οὗτος, ἔφη, ἐστὶ Πλάτων καὶ Θουκυδίδης καὶ Πλάτων καὶ ὁ δεῖνα· καὶ πολλοὺς κατέλεξεν οὕτως ἀεὶ τῷ Πλάτωνι συζευγνύς τινα,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi