Thesauros Edebiyat Hitabet Ἱεροὶ λόγοι τέταρτος

Ἱεροὶ λόγοι τέταρτος

Ἱεροὶ λόγοι τέταρτος Aristides, Aelius
335 Πλάτωνα ὁρᾶν ἐδόκουν ἑστῶτα ἐν τῷ δωματίῳ τῷ ἐμῷ ἀπαντικρὺ τῆς τε κλίνης κἀμοῦ· ὁ δʼ ἔτυχε μεταχειριζόμενος τὴν ἐπιστολὴν τὴν πρὸς Διονύσιον, καὶ μάλα μεστὸς ὢν θυμοῦ προσβλέψας δέ μοι, ποῖός τις, ἔφη, σοὶ φαίνομαι εἰς ἐπιστολάς; μὴ φαυλότερος τοῦ Κέλερος; τὸν γραμματέα δὴ λέγων τὸν βασιλικόν. κἀγὼ, εὐφήμει, ἔφην, τὸ καὶ μεμνῆσθαί σε τοιοῦτον ὄντα ὅστις εἶ. καὶ οὐ πολὺ ὕστερον ὁ μὲν ἠφάνιστο, ἐγὼ δὲ συννοίᾳ εἰχόμην. παρὼν δέ τις εἶπεν, οὗτος μέντοι ὁ διαλεγόμενός σοι ὡς Πλάτων ἀρτίως ὁ σὸς Ἑρμῆς ἐστι· λέγων δὴ τὸν εἰληχότα τὴν γένεσιν τὴν ἐμήν. Πλάτωνι δʼ, ἔφη, εἴκαστο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi