Thesauros Edebiyat Hitabet Ἱεροὶ λόγοι τρίτος

Ἱεροὶ λόγοι τρίτος

Ἱεροὶ λόγοι τρίτος Aristides, Aelius
312 ὅμως δὲ ἔδοξέ μοι διακαρτερεῖν καὶ παρέχειν τῷ φαρμάκῳ, εἰ ἄρα ἀλλὰ τῷ χρόνῳ τι ἀνύσειε. καὶ οὕτω δὴ τό τε στῆθος ψύχεται ψύξιν δεινὴν καὶ βὴξ ἐπιγίγνεται πυκνή τε καὶ ἰσχυρὰ, καὶ ἀπορίᾳ εἰχόμην, καὶ ὁ θεὸς σημαίνει φθόην εἶναι. καὶ τῆς ἐπιούσης οἱ κρόταφοι καὶ ὁ κύκλος τοῦ προσώπου ἅπας κατετείνετο, καὶ σιαγόνες συνεκέκλειντο καὶ θόρυβος ἦν εἴπερ ποτέ.
312 ὡς δὲ ἐχάλασα μικρόν τι, ἐνθύμιον γίγνεταί μοι χρήσασθαι τῷ θεῷ τῷ ἐν Κολοφῶνι καὶ περὶ τῶν παρόντων καὶ περὶ πάσης τῆς ἀσθενείας. ἀπέχει δὲ ἡ Κολοφὼν τῆς Λεβέδου οὐ πολὺ, καὶ ἡ νὺξ ἐτύγχανεν ἡ ἱερὰ ἐπικειμένη. δόξαν ταῦτα, πέμπω τὸν Ζώσιμον. ἐπελθούσης δὲ τῆς νυκτὸς τῷ μὲν Ζωσίμῳ γίγνεται τόδε τὸ μαντεῖον φέρον εἰς ἐμὲ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi