295
τῶν ναῶν τῶν τριῶν ἐστιν. ἐν τούτῳ τῷ σχήματι στὰς ἔμπροσθεν τῆς εὐνῆς προβαλὼν τοὺς δακτύλους καὶ χρόνους τινὰς συλλογισάμενος, ἔχεις, ἔφη, δέκα ἔτη παρʼ ἐμοῦ καὶ τρία παρὰ τοῦ Σαράπιδος—καὶ ἅμα τὰ τρία καὶ δέκα ὡς ἑπτακαίδεκα ἐφάνη τῇ θέσει τῶν δακτύλων— ταῦτα δὲ εἶναι οὐκ ὄναρ, ἀλλʼ ὕπαρ, εἴσεσθαι δὲ καὶ αὐτόν. καὶ ἅμα κελεύει καταβάντα εἰς τὸν ποταμὸν τὸν πρὸ τῆς πόλεως ῥέοντα λούσασθαι, ἡγήσεσθαι δὲ τῆς ὁδοῦ παῖδα ἄνηβον, καὶ δείκνυσι τὸν παῖδα.