297
ὅτι μὲν δὴ τῷ παντὶ φρικωδέστερον καὶ ἐναργέστερον αὐτὰς τὰς ὄψεις καθαρὰς διηγεῖσθαι δῆλον, ἀνάγκη δὲ ἐπὶ τῶν πλείστων χρῆσθαι τῇ ὑποθέσει ᾗπερ ἐνεστησάμην, καὶ κεφάλαια ἐπιτρέχειν, ὅπως ἂν ἀπαντᾷ τῷ λόγῳ. ἦν Φιλάδελφος τῶν νεωκόρων ἅτερος· τούτῳ γίγνεται τῆς αὐτῆς νυκτὸς ὄψις ὀνείρατος ἥπερ κἀμοὶ, μικρὰ δέ πως παρήλλαττεν. ἐδόκει ὁ μὲν Φιλάδελφος, τοσαῦτα γὰρ οὖν ἔχω διαμνημονεῦσαι, ἐν τῷ θεάτρῳ τῷ ἱερῷ πλῆθος ἀνθρώπων εἶναι λευχειμονούντων καὶ συνεληλυθότων κατὰ τὸν θεὸν, ἐν δʼ αὐτοῖς ἑστῶτα ἐμὲ δημηγορεῖν τε καὶ ὑμνεῖν τὸν θεὸν, ἄλλα τε δὴ λέγοντα παντοῖα καὶ ὡς παρατρέψειέ μου τὰς μοίρας πολλαχῆ μὲν καὶ ἄλλῃ, ἔναγχος δὲ ὅτε καὶ ἀψίνθιον προσευρὼν προστάξειε πιεῖν ὄξει διειμένον, ὡς μὴ δυσχεράναιμι. καί τινα κλίμακα, οἶμαι, ἐξήγγελλεν ἱερὰν καὶ παρουσίαν καὶ δυνάμεις τινὰς τοῦ θεοῦ θαυμαστάς. ταῦτα μὲν ὁ Φιλάδελφος