Thesauros Edebiyat Hitabet Ἱεροὶ λόγοι πρῶτος

Ἱεροὶ λόγοι πρῶτος

Ἱεροὶ λόγοι πρῶτος Aristides, Aelius
276 καὶ προϊόντος τοῦ λόγου μνησθῆναι ὅσα δὴ καὶ περὶ τὸ ἱερὸν τυγχάνοι κεκινημένα. καὶ ἅμα ταῦτα λέγοντες εἰσῄειμεν εἴσω. ὡς δὲ ἐγενόμεθα οὗ ἡ ἀγαθὴ τύχη καὶ ὁ ἀγαθὸς δαίμων ἐπιστάντες, ἔτι διελεγόμεθα. καί τινα τῶν ὑπηρετῶν ἰδὼν τῶν περὶ τὸ ἱερὸν ἠρόμην ὅπου ὁ ἱερεὺς εἴη. ὁ δʼ ἔφη, ἐξόπισθε τοῦ νεώ· καὶ γὰρ εἶναι περὶ λύχνους ἤδη τοὺς ἱεροὺς, τάς τε δὴ κλεῖς ἀνακομίζειν τὸν νεωκόρον· καὶ τυχεῖν ἐν τούτῳ κλεισθὲν τὸ ἱερὸν, οὕτω μέντοι ὥστε καὶ συγκεκλεισμένου εἴσοδόν τέ τινα λείπεσθαι καὶ τὰ ἔνδον ὁρᾶσθαι. προσῆλθόν τε δὴ ταῖς θύραις καὶ ὁρῶ ἄγαλμα ἕτερον ἀντὶ τοῦ παλαιοῦ κατηφές. θαυμάζοντι δέ μοι καὶ ζητοῦντι τὸ ἀρχαῖον οὗ εἴη, προσφέρει τις, καὶ οὐδʼ αὐτὸ πάνυ ἔδοξα γνωρίσαι, προσεκύνησα δʼ οὖν σπουδῇ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi