Thesauros Edebiyat Hitabet Ἱεροὶ λόγοι πρῶτος

Ἱεροὶ λόγοι πρῶτος

Ἱεροὶ λόγοι πρῶτος Aristides, Aelius
275 πρόσθεν ἐμαυτοῦ ῥᾴονος ᾐσθόμην. διήγαγον δὲ περιπάτῳ χρώμενος κατʼ οἰκίαν, καὶ ἅμα παιδιᾷ, οἷα ἑορτῶν οὐσῶν. καὶ γὰρ ἡ τοῦ θεοῦ παννυχὶς ἐγκατειλήφει τὴν προτέραν ἑορτὴν, τὴν τοῦ Ποσειδῶνος. μετὰ δὲ τοῦτο ὄναρ γίγνεται, ἔχον μέν τινα ἔννοιαν λουτροῦ, οὐ μέντοι χωρίς γε ὑπονοίας· ἀλλʼ ἐδόκουν τι καὶ μολυνθῆναι· ὅμως δὲ ἔδοξε λούσασθαι, πάντως δʼ εἰ καὶ τῷ ὄντι τοῦτʼ ἐπεπόνθειν, ὕδατος δεῖν. εὐθύς τε οὖν οὐχ ὡς ἥδιστα ἔσχον ἐν τῷ βαλανείῳ καὶ ἐπειδὴ ἐπανῆλθον, ἐδόκει πάντα πλήρη εἶναι, καὶ τὸ πνεῦμα οἷον ἀσθμαίνοντος ἦν. ὥστε ἐπʼ ἀρχῇ τῆς τροφῆς εὐθὺς ἐπαυσάμην. διαφθορὰ μετὰ τοῦτο ἐκ νυκτὸς, καὶ προῆλθεν εἰς τοῦτο, ὥστε μόλις κατέστη πρὸ μεσημβρίας μικρόν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi