287
ἑκάστῃ τῇ ἐπιούσῃ πράξαντες ἂν πάλιν τὰ εἰωθότα οὕτω τροφὴν ᾑρούμεθα ὅσην δὴ, καὶ ὅτε γε ἐπὶ τῷ ἐμέτῳ ἀσιτία ἐγκατέλαβε, τοῦτο ἦν τὸ παραμυθησάμενον, ἡ περὶ ταῦτα ἀσχολία τε καὶ διατριβή· ὥσθʼ ὅταν ἐνθυμηθῶ τοῦ ἐκ τοῦ συμποσίου Σωκράτους ἐν Λυκείῳ διημερεύοντος, μηδὲν ἐλάττω μοι προσήκειν οἴεσθαι τῆς περὶ ταῦτα καρτερίας τε καὶ δυνάμεως χάριν εἰδέναι τῷ θεῷ.