Thesauros Edebiyat Hitabet Ἱεροὶ λόγοι πρῶτος

Ἱεροὶ λόγοι πρῶτος

Ἱεροὶ λόγοι πρῶτος Aristides, Aelius
286 παρακαθέζεσθαί μοι ἐπὶ τῆς κλίνης οὑτωσὶ κατακειμένῳ. φάναι οὖν πρὸς αὐτὸν ὅτι ἀσιτοίην· τὸν δὲ ἐνδείξασθαι ὅτι εἰδείη, καὶ εἰπεῖν ὅτι ἐγώ τοι ἀνέμενον μετὰ πάντα ταῦτα ἃ οὗτοι ποιοῦσι, φλεβοτομίᾳ χρῆσθαι· τὸ γὰρ ἄλγημα τοῦ νεφροῦ ἐστι καὶ ἡ ἀσιτία δὲ, ἔφη, νόθος τις ἔξοδός ἐστι τοῦ πυρὸς διὰ τοῦ στήθους διεξιοῦσα. καὶ ἅμα ταῦτα αὐτοῦ λέγοντος ἐκ τοῦ πρόσθε δύο σπινθῆρες ὤφθησαν. κἀγὼ ἔβλεψα πρὸς τὸν Θεόδοτον θαυμάσας, καὶ σύμβολον ἐποιησάμην τοῦ λόγου, καὶ ἠρόμην αὐτὸν ὅ τι εἴη ταῦτα. ὁ δὲ ἔφη ἀπὸ τοῦ πυρὸς τούτου, δείξας τί μοι παρακείμενον. ἀφυπνιζόμην τε δὴ καὶ εὗρον ἐκείνην τὴν ὥραν οὖσαν, ᾗπερ ἔδοξα τὸν Θεόδοτόν μοι διαλέγεσθαι, καὶ φίλοι παρῆσαν ἐντευξόμενοι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi