Thesauros Edebiyat Hitabet Παλινῳδία ἐπὶ Σμύρνῃ καὶ τῷ ταύτης ἀνοικισμῷ

Παλινῳδία ἐπὶ Σμύρνῃ καὶ τῷ ταύτης ἀνοικισμῷ

Παλινῳδία ἐπὶ Σμύρνῃ καὶ τῷ ταύτης ἀνοικισμῷ Aristides, Aelius
267 ἀγαπητῆς μοίρας ὡσπερεὶ κλῆρος ἐστίν. ἐκείνοις τοίνυν στερηθεῖσι μὲν τῶν νεῶν, στερηθεῖσι δὲ τῶν τειχῶν καὶ τῆς ἀρχῆς ὅλης καὶ προελθοῦσιν εἰς τοῦτο ὥστε τὸν δῆμον φυγάδα ἀναγκασθῆναι τῆς πατρίδος γενέσθαι· τὰ γὰρ ἐν μέσῳ τοσαῦτα σιωπήσομαι· ἀλλʼ οὕτω γε πράξασι, πλὴν Φαρσάλου τε καὶ Ἄργους καὶ Θηβῶν, οὐδένες οὔτε μείζονα οὔτε ἐλάττονα ἀπεμνημόνευσαν χάριν τῶν ἐκ τοῦ παντὸς αἰῶνος εὐεργεσιῶν· οὐδʼ ὅτι τοῦ γένους ἔρεισμα ἡ πόλις ᾔδετο. οὗτοι δὲ οὓς εἶπον τούς τε φεύγοντας δεξάμενοι καὶ τοῖς ἐξαιτοῦσιν ἀντισχόντες ταύτην δὴ χάριν τῇ πάντα ὑπερφερούσῃ πόλει κατέθεντο, παρʼ ᾗ τὴν ἀγαθὴν ἱδρῦσθαι τύχην αἱ μαντεῖαι λέγουσι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi