Thesauros Edebiyat Hitabet Παλινῳδία ἐπὶ Σμύρνῃ καὶ τῷ ταύτης ἀνοικισμῷ

Παλινῳδία ἐπὶ Σμύρνῃ καὶ τῷ ταύτης ἀνοικισμῷ

Παλινῳδία ἐπὶ Σμύρνῃ καὶ τῷ ταύτης ἀνοικισμῷ Aristides, Aelius
264 συζυγίαν δὲ, ὡς ἔοικεν, ὁ δαίμων ἐσκέψατο. τοῖς τε γὰρ πάντα ἀρίστοις βασιλεῦσι καὶ πάσας πόλεις ὑφʼ ἑαυτοῖς ἔχουσι τὴν καλλίστην οἰκίσαι φιλοτιμίαν εἶχε, τῇ τε πόλει τὸ διὰ τούτων ἀνεγερθῆναι καὶ τοιούτους ἀρχηγέτας ἐπιγράψασθαι τὴν συμφορὰν εἰς εὐπραξίαν μετέβαλε. πρότερον μὲν γὰρ Θησέα καὶ Ἀλέξανδρον ᾔδομεν, τὸν μὲν τῶν ἐν Ἕλλησιν, οἶμαι, φιλανθρωπότατον, τὸν δὲ συμπάντων βασιλέων μάλιστα δὴ θαυμασθέντα τῆς εἰς τοὺς πολέμους τόλμης ἕνεκα. νῦν δʼ ἔτι λαμπροτέρους καὶ μείζονας οἰκιστὰς προσελάβομεν· οἷς πᾶσα μὲν γῆ καὶ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi