Thesauros Edebiyat Hitabet Παλινῳδία ἐπὶ Σμύρνῃ καὶ τῷ ταύτης ἀνοικισμῷ

Παλινῳδία ἐπὶ Σμύρνῃ καὶ τῷ ταύτης ἀνοικισμῷ

Παλινῳδία ἐπὶ Σμύρνῃ καὶ τῷ ταύτης ἀνοικισμῷ Aristides, Aelius
264 ὀρθῶς ἔχει νεμεσῆσαι. ἡνίκα μὲν οὖν τὰ συμβάντα ἐπυθόμην, —οὐ γὰρ παρών γε ἔτυχον, ἀλλʼ ἔφθην προεξελθὼν, ὅτου δὲ γνώμῃ λογίζεσθε—μονῳδίας τινὰς ᾖδον, ἕως ἔλαθον λόγους τινὰς σωθεὶς ὑπὸ τοῦ πάθους. οὐδὲ γὰρ ἦν ἄλλως ἀνταρκέσαι, μὴ τούτοις ἐφέντα ἑαυτόν. νῦν δʼ ὥρα μοι τὸν Στησίχορον μιμήσασθαι τῇ παλινῳδίᾳ, καὶ μὴ τότε ἀβούλητα ᾁδοντα τἀκ τῶν εὐχῶν νυνὶ σιωπῆσαι. τοσοῦτον δὲ τοῦ Στησιχόρου διοίσειν μοι δοκῶ, ὁ μὲν γὰρ ἀνθʼ ὧν κακῶς εἶπε τὴν Ἑλένην, ἀντὶ τούτων ὕμνησε τὰ δεύτερα, ἐγὼ δὲ ἃ τηνικαῦτα ἐκόσμουν ὀδυρόμενος, ταῦτα νῦν ἐπὶ τοῦ γεγηθέναι κοσμήσω, καθαρὰν ὀδυρμοῦ τὴν εὐφημίαν παρεχόμενος. ἡμῖν γὰρ, ὦ ἄνδρες Ἕλληνες, πταῖσαι μὲν συνέβη κατὰ τὴν κοινὴν ἀνθρώπων τύχην, ἣν οὐχ οἷόν τε ἀμοίρους κακῶν εἰς τέλος διεξελθεῖν, ἀναφέρειν δὲ τῇ τῆς πόλεως τύχῃ, διʼ ἣν οὐδενὸς τῶν καλῶν ἄμοιρος πώποτε ἐγένετο. γνοίη δʼ ἄν τις καὶ τῷ χρόνῳ τεκμαιρόμενος. τὸ γὰρ ἡνίκʼ ἔμελλεν οὐ πεσοῦσα κείσεσθαι, οὐδʼ ἀνθρώπου τελευτῇ παραπλησίως πράξειν, ὥσπερ ἄλλαι τινὲς ἤδη πρότερον πόλεις, ἀλλʼ ἐπὶ κρειττόνων κρηπίδων ἀναστήσεσθαι, τηνικαῦτα ὑπολισθεῖν, πῶς οὐκ εὐτυχίας μέρει προσθείη τις ἂν εὖ φρονῶν;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi