Thesauros Edebiyat Hitabet Εἰς τὸ φρέαρ τοῦ Ἀσκληπιοῦ

Εἰς τὸ φρέαρ τοῦ Ἀσκληπιοῦ

Εἰς τὸ φρέαρ τοῦ Ἀσκληπιοῦ Aristides, Aelius
254 ἐπεὶ δὲ ἐνταῦθα ἤδη ἐγενόμην, ποῖον ὕδωρ ἂν τῶν κατʼ ἀνθρώπους τούτῳ παραβληθείη χρείας ἕνεκα; οὐ γὰρ μόνον πόμα, τὸ δʼ αὐτὸ καὶ λουτρόν ἐστιν ἥδιστον καὶ ἀβλαβέστατον, οὐδʼ ἀντέστραπται πρὸς τὰς ὥρας τοῦ ἔτους, θέρους μὲν ψυχρότατον ὂν αὐτὸ αὑτοῦ, χειμῶνος δὲ ὡς ἠπιώτατον γιγνόμενον, τὰ τοῦ παρόντος ἀεὶ καιροῦ δυσχερῆ λῦον καὶ παραμυθούμενον, οἵαν χρὴ τὴν Ἀσκληπιοῦ πηγὴν ἱερὰν εἶναι. καλὰ μὲν γὰρ ταῦτα καὶ ἡδέα καὶ αὐτῷ χρωμένῳ καὶ ἑτέρους ὁρῶντι τοῦτο μὲν θέρους ὥρᾳ περὶ τὰ χείλη τοῦ φρέατος περιεστηκότας ἑξῆς ὥσπερ ἐσμὸν μελιττῶν ἢ μυίας περὶ γάλα, ἐξ ἕω ζητοῦντας τὸ πνῖγος προκαταλαβεῖν ἀντʼ ἄλλου πόματος τῶν κωλυόντων

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi