Thesauros Edebiyat Hitabet Εἰς τὸ φρέαρ τοῦ Ἀσκληπιοῦ

Εἰς τὸ φρέαρ τοῦ Ἀσκληπιοῦ

Εἰς τὸ φρέαρ τοῦ Ἀσκληπιοῦ Aristides, Aelius
254 οὔτε Στυγός ἐστιν ἀπορρὼξ τόδε τὸ ῥεῦμα οὔτε ἄλλο ἔχει φρικῶδες οὐδὲν, ἀλλʼ ὑγιείας ἂν αὐτὸ προσείποις, ἢ νέκταρος, ἤ τινος τῶν τοιούτων ἀπορρῶγα. τεκμηριοῖ δὲ καὶ τοῦτο, ὁ χρόνος γοῦν αὐτοῦ οὐχ ἅπτεται, ἀλλʼ ἀπαντληθὲν τὸ ὕδωρ καὶ ἔξω γενόμενον τὸ αὐτὸ ποιεῖ οἷόν περ τὸ ἀεὶ λειπόμενον ἐν τῷ φρέατι, ἄσηπτον καὶ ἀπαθὲς μένει. πλῆθος δʼ αὖ τοῦ φρέατος τούτου τοσοῦτον ὅσον ὡς ἔπος εἰπεῖν οὐδενὸς ἑτέρου φρέατος· μάλα ἀκμῆτας εἶναι δεῖ τοὺς ἀρυτομένους καὶ νοῦν ἔχοντας, ἵνα μὴ φθάνῃ τὸ ἐγκαταλαμβάνον. μόνον γοῦν τοῦτο πάντων φρεάτων ἀρυτομένων καὶ ἐώντων τὸ ἴσον ἀεὶ μέτρον παρέχεται, τῷ τετρημένῳ πίθῳ τὸ ἀντίστροφον ποιοῦν. ὁ μὲν γὰρ οὐδέποτε πληροῦται, τὸ δὲ ἀεὶ τοῦ χείλους ἐγγύς ἐστιν. ἅτε γὰρ ὂν διάκονόν τε καὶ συνεργὸν τοῦ φιλανθρωποτάτου τῶν θεῶν ἑτοιμότατον πρὸς τὴν ὑπηρεσίαν καὶ ἀεὶ πλῆρές ἐστι, καὶ οὔτε ἐκεῖνος ἄγει σχολὴν ἄλλο τι πράττειν ἢ σώζειν ἀνθρώπους καὶ τοῦτο μιμούμενον τὸν δεσπότην ἀεὶ πληροῖ τὴν τῶν δεομένων χρείαν, καὶ ἔστιν ὥσπερ ἄλλο τι θρέμμα ἢ δῶρον Ἀσκληπιοῦ, ὥσπερ Ὅμηρος ἐποίησεν ὅπλα καὶ ἔργα Ἡφαίστου, πρὸς τὸ ἐκείνῳ δοκοῦν κινούμενα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi